Digesta Iustiniani 49.1.25
inscriptio Paulus libro vicensimo responsorum
D.49.1.25 ᾽Αυτοκράτωρ ᾽Αλέξανδρος τῷ κοινῷ τῶν ἐν Βιϑυνίᾳ ῾Ελλήνων․ ᾽Εκκαλεῖσϑαι μὲν πῶς ἄν τις κωλύοιτο ὑπὸ τῶν δικαζόντων, οὐχ ὁρῶ, ὁπότε ἔξεστιν τὴν ἑτέραν ὁδὸν τρεπόμενον ταὐτὸ ποιεῖν καὶ ϑᾶττον πρός με ἀφικνεῖσϑαι. ὕβρει δὲ καὶ βίᾳ χρῆσϑαι πρὸς τοὺς ἐκκαλουμένους καὶ φρουρὰν στρατιωτικὴν περιιστᾶν καὶ ἁπλῶς εἰπεῖν ἀποφράττειν αὐτοῖς τὴν δεῦρο ἄνοδον ἀπαγορεύομεν τοῖς ἐπιτρόποις καὶ τοῖς ἡγουμένοις τῶν ἐϑνῶν․ καὶ πεισϑήσονται ταύτῃ μου τῇ προρρήσει, εἰδότες ὅτι τοσοῦτόν μοι μέλει τῆς τῶν ἀρχομένων ἐλευϑερίας, ὅσον καὶ τῆς εὐνοίας αὐτῶν καὶ πειϑοῦς.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
