Digesta Iustiniani 43.10.1
inscriptio ᾽Εκ τοῦ ἀστυνομικοῦ μονοβίβλου τοῦ Παπινιανοῦ
D.43.10.1pr. Οἱ ἀστυνομικοὶ ἐπιμελείσϑωσαν τῶν κατὰ τὴν πόλιν ὁδῶν, ὅπως ἄν ὁμαλισϑῶσιν καὶ τὰ ρεύματα μὴ βλάπτῃ τὰς οἰκίας καὶ γέφυραι ὦσιν οὗ ἄν δέῃ.
D.43.10.1.1 ᾽Επιμελείσϑωσαν δὲ ὃπως οἱ ἴδιοι τοῖχοι ἢ τῶν ἄλλων ἤ τῶν περὶ τὰς οἰκίας ἃ εἰς τὴν ὁδὸν φέρει μὴ σφαλερὰ ᾖ, ἵνα ὡς δεῖ καϑαιρῶσιν οἱ δεσπόται τῶν οἰκιῶν καὶ ἐπισκευάζωσιν․ ἐὰν δὲ μὴ καϑαιρῶσιν μηδὲ ἐπισκευάζωσιν, ζημιούτωσαν αὐτούς, ἕως ἄν ἀσφαλῆ ποιήσωσιν.
D.43.10.1.2 ᾽Επιμελείσϑωσαν δὲ ὅπως μηδεὶς ὀρύσσῃ τὰς ὁδοὺς μηδὲ χωννύῃ μηδὲ κτίσῃ εἰς τὰς ὁδοὺς μηδέν· εἰ δὲ μή, ὁ μὲν δοῦλος ὑπὸ τοῦ ἐντυχόντος μαστιγούσϑω, ὁ δὲ ἐλεύϑερος ἐνδεικνύσϑω τοῖς ἀστυνόμοις, οἱ δὲ ἀστυνόμοι ζημιούτωσαν κατὰ τὸν νόμον καὶ τὸ γεγονὸς καταλυέτωσαν.
D.43.10.1.3 ᾽Επισκευάζειν δὲ τὰς ὁδοὺς τὰς δημοσίας κατὰ τὴν ἑαυτοῦ οἰκίαν ἕκαστον καὶ τὰς ὑδρορρόας ἐκκαϑαίρειν τὰς ἐκ τοῦ ὑπαιϑρίου καὶ ἐπισκευάζειν οὕτως, ὡς ἄν μὴ κωλύῃ ἃμαξαν ἐπιέναι․ ὅσοι δὲ μισϑωσάμενοι οἰκοῦσιν, ἐὰν μὴ ἐπισκευάσῃ ὁ δεσπότης, αὐτοὶ ἐπισκευάσαντες ὑπολογιζέσϑωσαν τὸ ἀνάλωμα κατὰ τὸν μισϑόν.
D.43.10.1.4 ᾽Επιμελείσϑωσαν δὲ καὶ ὃπως πρὸ τῶν ἐργαστηρίων μηδὲν προκείμενον ᾖ, πλὴν ἐὰν κναφεὺς ἱμάτια ψύγῃ ἢ τέκτων τροχοὺς ἔξω τιϑῇ· τιϑέσϑωσαν δὲ καὶ οὗτοι, ὣστε μὴ κωλύειν ἃμαξαν βαδίζειν.
D.43.10.1.5 Μὴ ἐάτωσαν δὲ μηδὲ μάχεσϑαι ἐν ταῖς ὁδοῖς μηδὲ κόπρον ἐκβάλλειν μηδὲ νεκρὰ μηδὲ δέρματα ῥίπτειν.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
