Digesta Iustiniani 27.1.6.8
inscriptio Modestinus libro secundo excusationum
D.27.1.6pr. ᾽Εὰν δύο ἔχοντι ἐπιτροπὰς ἄλλαι δύο ὁμοῦ ἐπαχϑῶσιν, ἡ τῇ τάξει τρίτη βοηϑήσει αὐτῷ εἰς τὴν ἄφεσιν τῆς τετάρτης, κἂν αὐτοκράτωρ ᾖ ὁ τὴν τετάρτην ἐγχειρίσας, ἢ τὴν τρίτην, πρὶν μέντοι γνῶναι τὰ τοῦ αὐτοκράτορος φϑάσῃ προβληϑεὶς εἰς ἄλλην․ ἐὰν δὲ ἡ τάξις μὴ φαίνηται, ἀλλὰ ἐν μιᾷ ἡμέρᾳ αἱ δύο χειροτονίαι προτεϑῶσιν ἐν διαφόροις χάρταις, οὐχ ὁ χειροτονηϑείς, ἀλλὰ ὁ χειροτονήσας ἐπιλέξεται, ὁποίαν δεῖ αὐτὸν ὑποδέξασϑαι.
D.27.1.6.1 Γραμματικοί, σοφισταὶ ῥήτορες, ἰατροὶ οἱ περιοδευταὶ καλούμενοι ὥσπερ τῶν λοιπῶν λειτουργιῶν οὑτωσὶ δὲ καὶ ἀπὸ ἐπιτροπῆς καὶ κουρατορίας ἀνάπαυσιν ἔχουσιν.
D.27.1.6.2 Περὶ δὲ τῶν φιλοσόφων ἡ αὐτὴ διάταξις τοῦ Πίου οὕτω λέγει· ΄ Φιλοόφων δὲ οὐκ ἐτάχϑη ἀριϑμὸς διὰ τὸ σπανίους εἶναι τοὺς φιλοσοφοῦντας· οἶμαι δὲ ὅτι οἱ πλούτῳ ὑπερβάλλοντες ἐϑελονταὶ παρέξουσιν τὰς ἀπὸ τῶν χρημάτων ὠφελείας ταῖς πατρίσιν· εἰ δὲ ἀκριβολογοῖντο περὶ τὰς οὐσίας, ἀυτόϑεν ἤδη φανεροὶ γενήσονται μὴ φιλοσοφοῦντες.΄ '῎Ετι ἀπολύεται ἐπιτροπῆς, ὁπόταν ἀμφισβήτησίν τις τῷ ὀρφανῷ περὶ τῆς καταστάσεως κινῇ, φαίνηται δὲ τοῦτο μὴ συκοφαντίᾳ ποιῶν, ἀλλ΄ ἐκ καλῆς πίστεως· καὶ τοῦτο οἱ ϑειότατοι Μάρκος καὶ Βῆρος ἐνομοϑέτησαν..' ῎Ετι κἀκεῖνο εἰδέναι χρή, ὅτι ὁ ἐν τῇ ἰδίᾳ πατρίδι διδάσκων ἢ ϑεραπεύων τὴν ἀλειτουργησίαν ταύτην ἔχει· ἐὰν γὰρ Κομανεὺς ὢν ἐν Νεοκαισαρείᾳ σοφιστεύῃ ἢ ϑεραπεύῃ ἢ διδάσκῃ, παρὰ Κομανεῦσιν ἀλειτουργησίαν οὐκ ἔχει․ καὶ τοῦτο οὕτω νενομοϑέτηται ὑπὸ τῶν ϑειοτάτων Σεβήρου καὶ ᾽Αντωνίνου.
D.27.1.6.3 Οἱ μέντοι ἀτίμως ἀποστρατευσάμενοι ὅμοιοι τοῖς μηδὲ στρατευσαμένοις νομίζονται, καὶ διὰ τοῦτο οὔτε αὐτοὶ ἔχουσιν προνομίαν οὔτε τοῖς τούτων παισὶν πάλαι στρατιῶται ἐπίτροποι δοδέντες κατασχεϑήσονται.
D.27.1.6.4 Τὸν ἐν ῾Ρώμῃ σοφιστεύοντα ἢ σαλαρίῳ ἢ καὶ χωρὶς σαλαρίου ἄφεσιν ἔχειν νενομοϑέτηται ὑπὸ τῶν ϑειοτάτων Σεβήρου καὶ ᾽Αντωνίνου, οὕτως ὡς ἂν εἰ ἔτυχεν ἐν ἰδίᾳ πατρίδι διδάσκων․ αἷς νομοϑεσίαις δύναταί τις ἐκεῖνον προσαγαγεῖν τὸν λόγον, ὅτι κοινῆς οὔσης τε καὶ νομιζομένης πατρίδος τῆς βασιλευούσης εἰκότως ἂν ὡς ἐν ἰδίᾳ πατρίδι χρήσιμον ἑαυτὸν παρασχὼν ἀλειτουργησίαν καρπώσεται.
D.27.1.6.5 Καὶ φιλοσόφους δὲ ἀπολύεσϑαι ἐπιτροπῶν Παῦλος γράφει οὕτως· Philosophi oratores grammatici, qui publice iuvenibus prosunt, excusantur a tutelis.
D.27.1.6.6 Nam et Ulpianus libro quarto de officio proconsulis ita scribit: sed et reprobari medicum posse a republica, quamvis semel probatus sit, imperator noster cum patre Lælio Basso rescripsit.
D.27.1.6.7 Τὸν ἐν Ῥώμῃ σοφιστεύοντα ἢ σαλαρίῳ ἢ καὶ χωρὶς σαλαρίου ἄφεσιν ἔχειν νενομοϑέτηται ὑπὸ τῶν ϑειοτάτων Σεβήρου καὶ Ἀντωνίνου, οὕτως ὡς ἂν εἰ ἔτυχεν ἐν ἰδίᾳ πατρίδι διδάσκων․ αἷς νομοϑεσίαις δύναταί τις ἐκεῖνον προσαγαγεῖν τὸν λόγον, ὅτι κοινῆς οὔσης τε καὶ νομιζομένης πατρίδος τῆς βασιλευούσης εἰκότως ἂν ὡς ἐν ἰδίᾳ πατρίδι χρήσιμον ἑαυτὸν παρασχὼν ἀλειτουργησίαν καρπώσεται.
D.27.1.6.8 ᾽Αφίενται ἐπιτροπῆς καὶ κουρατορίας στρατηγοὶ τῶν πόλεων.
D.27.1.6.9 ῎Ετι κἀκεῖνο εἰδέναι χρή, ὅτι ὁ ἐν τῇ ἰδίᾳ πατρίδι διδάσκων ἢ ϑεραπεύων τὴν ἀλειτουργησίαν ταύτην ἔχει· ἐὰν γὰρ Κομανεὺς ὢν ἐν Νεοκαισαρείᾳ σοφιστεύῃ ἢ ϑεραπεύῃ ἢ διδάσκῃ, παρὰ Κομανεῦσιν ἀλειτουργησίαν οὐκ ἔχει․ καὶ τοῦτο οὕτω νενομοϑέτηται ὑπὸ τῶν ϑειοτάτων Σεβήρου καὶ ᾽Αντωνίνου.
D.27.1.6.10 Τοὺς μέντοι ἄγαν ἐπιστήμονας καὶ ὑπὲρ τὸν ἀριϑμὸν καὶ ἐν ἀλλοτρίᾳ πατρίδι τὰς διατριβὰς ποιουμένους εἶναι ἀλειτουργήτους Παῦλος γράφει, λέγων τὸν ϑειότατον ᾽Αντωνῖνον τὸν Εὐσεβῆ οὕτω κεκελευκέναι.
D.27.1.6.11 ῎Ετι ἀπολύεται ἐπιτροπῆς, ὁπόταν ἀμφισβήτησίν τις τῷ ὀρφανῷ περὶ τῆς καταστάσεως κινῇ, φαίνηται δὲ τοῦτο μὴ συκοφαντίᾳ ποιῶν, ἀλλ΄ ἐκ καλῆς πίστεως· καὶ τοῦτο οἱ ϑειότατοι Μάρκος καὶ Βῆρος ἐνομοϑέτησαν.
D.27.1.6.12 Περὶ τῶν ἀγροίκων καὶ τῶν ταπεινῶν καὶ τῶν ἀγραμμάτων γράφει Παῦλος οὑτωσί·
D.27.1.6.13 Ulpianus libro singulari de officio prætoris tutelaris ita scribit: Athletæ habent a tutela excusationem, sed qui sacris certaminibus coronati sunt.
D.27.1.6.14 ῎Εϑνους ἱεραρχία, οἷον ᾽Ασιαρχία, Βιϑυναρχία, Καππαδοκαρχία, παρέχει ἀλειτουργησίαν ἀπὸ ἐπιτροπῶν, τοῦτ´ ἔστιν ἕως ἂν ἄρχῃ.
D.27.1.6.15 Tutela non est rei publicæ munus nec quod ad impensam pertinet, sed civile: nec provinciale videtur tutelam administrare.
D.27.1.6.16 ᾽Αφίενται ἐπιτροπῆς καὶ κουρατορίας στρατηγοὶ τῶν πόλεων.
D.27.1.6.17 Δίδωσιν ἄφεσιν ἐπιτροπῆς καὶ κεφαλικὴ ἔχϑρα τῷ χειροτονηϑέντι γενομένη πρὸς τὸν πατέρα τῶν ὀρφανῶν, ἐκτὸς εἰ μὴ κατὰ διαϑήκας φανείη δοϑεὶς ὁ ἐπίτροπος, πλὴν εἰ μὴ μετὰ τὸ γραφῆναι τὴν διαϑήκην κεφαλικὸς ἀγὼν αὐτοῖς πρὸς ἀλλήλους συνέστη, ἢ εἰ μὴ πρεσβυτέρα μέν ἐστιν τῆς διαϑήκης ἡ ἔχϑρα, διὰ τοῦτο δὲ δοκεῖ δίδοσϑαι ἐπίτροπος, ἵνα ὑποβληϑῇ ἐνοχῇ καὶ πράγμασιν· καὶ τοῦτο ἐξ ἐπιστολῆς Σεβήρου βασιλέως δείκνυται.
D.27.1.6.18 Οἱ μέντοι ἀτίμως ἀποστρατευσάμενοι ὅμοιοι τοῖς μηδὲ στρατευσαμένοις νομίζονται, καὶ διὰ τοῦτο οὔτε αὐτοὶ ἔχουσιν προνομίαν οὔτε τοῖς τούτων παισὶν πάλαι στρατιῶται ἐπίτροποι δοδέντες κατασχεϑήσονται.
D.27.1.6.19 ῎Εσϑ΄ ὅτε δὲ οὐ πληροῦσί τινες τὸν τῆς στρατείας χρόνον καὶ ὅμως ἔχουσιν ἄφεσιν ἐπιτροπῶν κατὰ τὰ αὐτὰ τοῖς πληρώσασιν· ὁ γὰρ εἰκοστὸν ἔτος τῆς στρατείας ὑπερβὰς ὅμοιος εἶναι πιστεύεται τῷ πληρώσαντι τὸν τῆς στρατείας χρόνον. Mediocritas et rusticitas interdum excusationem præbent secundum epistulas divorum Hadriani et Antonini․ eius qui se neget litteras scire, excusatio accipi non debet, si modo non sit expers negotiorum.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
