Digesta Iustiniani 27.1.4.1
inscriptio Modestinus libro secundo excusationum
D.27.1.4pr. ῎Εφαμεν τρεῖς ἔχοντας ἐπιτροπὰς εἰς τετάρτην μὴ καλεῖσϑαι․ ἐζητήϑη τοίνυν, ἐάν τις ἐν δύο ὢν ἐπιτροπαῖς εἶτα εἰς ἐπιτροπὴν τρίτην προβληϑεὶς ἐκκαλέσηται καὶ ἔτι μετεώρου οὔσης τῆς δίκης τῆς ἐπὶ τῇ ἐκκλήτῳ εἰς τετάρτην ἐπιτροπὴν προβληϑῇ, πότερον εἰς τὴν τετάρτην δικαιολογούμενος μνησϑήσεται καὶ τῆς τρίτης ἢ παντάπασιν παραλείψει ἐκείνην․ καὶ εὑρίσκω ὑπὸ τῶν ϑειοτάτων Σεβήρου καὶ ᾽Αντωνίνου διατεταγμένον μὴ δεῖν εἰς τετάρτην προχειρίξεσϑαι τὸν ἀπὸ τῆς τρίτης ἔκκλητον πεποιημένον, ἀλλὰ μετεώρου οὔσης τῆς ἐπὶ τῇ τρίτῃ χειροτονίᾳ δικαιολογίας τὸ ἐκείνης τέλος περιμένειν ὅρον ἐσόμενον τῇ τετάρτῃ χειροτονίᾳ, ὀρϑῷ τῷ λόγῳ· εἰ γὰρ τὴν τῇ τάξει τετάρτην ὑποδέξεταί τι ὡς τῇ δυνάμει τρίτην, ἀδίκου τῆς ἐπὶ τῇ τρίτῃ ἐκκλήτου ἀποφανϑείσης τέσσαρσι χρείαις ἐγκατασχεϑήσεται παρὰ τοὺς νόμους.
D.27.1.4.1 ᾽Εὰν πατὴρ ἐν τρισὶν ᾖ φροντίσιν ἢ ἐπιτροπῶν ἢ κουρατοριῶν, ὁ υἱὸς αὐτοῦ οὐκ ἐνοχληϑήσεται, καὶ τοῦτο οὕτω διατέτακται ὑπὸ τῶν ϑειοτάτων Σεβήρου καὶ ᾽Αντωνίνου․ τοῦτο δὲ καὶ ἐκ τοῦ ἐναντίου ἐστίν, ὡς δεῖν τὰς τοῦ υἱοῦ ἐπιτροπὰς ἄνεσιν τῷ πατρὶ διδόναι καὶ πάλιν ἀμφοτέροις τὰς κοινάς, τοῦτ´ ἔστιν μίαν τοῦ υἱοῦ καὶ δύο τοῦ πατρὸς ἢ εἰς τὸ ἔμπαλιν․ τότε δὲ ταῦτα οὕτως ἔχει, ἐπειδὰν τὸ βάρος ἑνὶ οἴκῳ, οὐχὶ διακεχωρισμένοις διαφέρη․ γράφει δὲ καὶ Οὐλπιανὸς ὁ κράτιστος ταῦτα.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
