Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Digesta Iustiniani 27.1.13

DE EXCUSATIONIBUS

inscriptio Modestinus libro quarto excusationum

D.27.1.13pr. Εἰδέναι χρὴ ὅτι οὔτε οἱ χειροτονηϑέντες ἐπίτροποι οὔτε οἱ κατὰ διαϑήκην δοϑέντες ἐκκαλεῖσϑαι ἀνάγκην ἔχουσιν, ὡς δηλοῖ διάταξις τῶν ϑειοτάτων Σεβήρου καὶ ᾽Αντωνίνου․ τοῦτο δὲ παραφυλάττειν δεῖ καὶ ἐπὶ τῶν χειροτονηϑέντων κουρατόρων· ἐν ὀλίγοις γὰρ πάνυ διαλλάττουσιν οἱ κουράτορες ἀπὸ τῶν ἐπιτρόπων․ κατὰ μέντοι τῶν ψήφων τῶν ἐκβαλλουσῶν αὐτοῖς τὰς ἐξκουσατίονας ἄδειαν ἕξουσιν ἐκκαλεῖσϑαι.

D.27.1.13.1 Ἕτερον δὲ ἐκεῖνο εὑρίσκομεν ἐκ τῆς Μάρκου νομοϑεσίας ζητήσεως ἄξιον· τῷ γὰρ ἐν αὐτῇ τῇ πόλει ὄντι, ἐν ᾗ κεχειροτόνηται, ἢ ἐντὸς ἑκατὸν μιλίων πεντήκοντα ἡμερῶν ἔδωκεν ὁ νομοϑέτης προϑεσμίαν․ τῷ δὲ ὑπὲρ ἑκατὸν μίλια διατρίβοντι καϑ΄ ἑκάστην ἡμέραν δεῖν ἀριϑμεῖσϑαι εἴκοσι μίλια ἐκέλευσεν καὶ ἔξωϑεν τούτων ἄλλας τρίακοντα ἡμέρας προσέϑηκεν εἰς δικαιολογίαν․ ὅϑεν συμβαίνει, ἐὰν ᾖ τις ἀπὸ ἑκατὸν ἑξήκοντα μιλίων τὰς διατριβὰς ποιούμενος, τούτῳ εἶναι προϑεσμίαν ὄκτω καὶ τριάκοντα ἡμερῶν, ὄκτω μὲν τῶν ἑκατὸν ἑξήκοντα μιλίων, ὡς καϑ΄ ἑκάστην ἡμέραν εἴκοσι μιλίων ἀριϑμουμένων, τριάκοντα δὲ τὰς πρὸς τὴν δικαιολογίαν․ ἔσται οὖν ἐν χείρονι τάξει ὁ πόῤῥωϑεν διατρίβων τοῦ ἐντὸς ἑκατὸν μιλίων ὄντος ἢ ἐν αὐτῇ τῇ πόλει, εἴγε τούτοις μὲν ἀεὶ πεντήκοντα ἡμέραι προϑεσμίας εἰσὶν, ἐκείνοις δὲ ἐλάττους․ ἀλλ΄ εἰ καὶ τὰ μάλιστα τὸ ῥητὸν τοῦ νόμου ταύτην ἀποτελεῖ τὴν διάνοιαν, ὅμως ἡ γνώμη τοῦ νομοϑέτου ἄλλο βούλεται. οὕτως γὰρ καὶ Κερβίδιος Σκαίβολας καὶ Παῦλος καὶ Δομίτιος Οὐλπιανὸς οἱ κορυφαῖοι τῶν νομικῶν γράφουσιν, φάσκοντες οὕτως δεῖν ταῦτα παραφυλάττειν, ὡς μηδέποτέ τινι ἐλάττω δίδοσϑαι τῶν πεντήκοντα ἡμερῶν προϑεσμίαν, τότε δὲ μακροτέραν, ὁπόταν ἡ διαρίϑμησις τῶν ἐπὶ τῇ ὁδῷ ἡμερῶν προστιϑεμένη ταῖς τριάκοντα ἡμέραις, ἃς πρὸς δικαιολογίαν ὁ νόμος δίδωσιν, ὑπερβαίνει τὰς πεντήκοντα ἡμέρας, οἷον ἐάν τινα φῶμεν ἀπὸ τετρακοσίων τεσσαράκοντα μιλίων διατρίβειν· οὗτος γὰρ τῆς μὲν ὁδοῦ ἕξει ἡμέρας εἴκοσι δύο, πρὸς δικαιολογίαν δὲ ἄλλας τριάκοντα.

D.27.1.13.2 ᾽Ακόλουϑον δέ ἐστιν πιστεύειν, ὅτι εἰ καί τινι εἴδει παραιτήσεως ᾖ τις χρώμενος, οὐκ ἄλλως ἀκουσϑήσεται, ἐάν μὴ φυλάξῃ τὴν προϑεσμίαν, εἰ μὴ ἄρα τῆς ἑτέρας πόλεως πολίτης ἐστίν.

D.27.1.13.3 Αἱ δὲ πεντήκοντα ἡμέραι συνημμέναι ψηφίζονται ἀρχόμεναι ἀπὸ τοῦ καιροῦ τῆς γνώσεως, ἐν ᾧ τις ἔγνω ἑαυτὸν δεδόσϑαι.

D.27.1.13.4 ᾽Εὰν γάρ τις διὰ νόσον ἢ δι΄ ἄλλην ἀνάγκην, οἷον ϑαλάσσης ἢ χειμῶνος ἢ ἐφόδου λῃστῶν ἤ τινα ἑτέραν παραπλησίαν, ἐμπροϑέομως μὴ δύνηται ἐντυχεῖν, συγγνώμης τυγχάνειν οὗ τὴν πίστιν ἤρκει συστῆσαι καὶ ἐξ αὐτοῦ τοῦ φύσει δικαίου, πλὴν ἀλλὰ καὶ διάταξίς ἐστιν τῶν αὐτοκρατόρων Σεβήρου καὶ ᾽Αντωνίνου ταῦτα λέγουσα.

D.27.1.13.5 Οὕτως δὲ ἐπαναγκές ἐστιν φυλάττειν τὴν προϑεσμίαν, ὅτι κἂν δικαιολογησάμενος ἀφεϑῇ, μὴ ἐλευϑεροῦσϑαι αὐτὸν οἱ ϑειότατοι Σεβῆρος καὶ ᾽Αντωνῖνος δηλοῦσιν ἐν διατάξει κελεύσαντες μὴ κρατεῖσϑαι τὸν εἰς τόπον αὐτοῦ χειροτονηϑέντα, ὡς οὐκ ἐξὸν δεδομένον εἰς τόπον ὄντος ἐπιτρόπου.

D.27.1.13.6 ᾽Απόχρη δὲ ἐντὸς τῆς προϑεσμίας ἐντυχεῖν μόνον· ἐὰν γὰρ μετὰ ταῦτα μὴ ἑκὼν ἀπολειφϑῇ, οὐκ ἔσται παραγράψιμος․ διόπερ ἐὰν ἀφοσιώσεως χάριν μόνον ἐντύχῃ, μὴ ἐπιμείνῃ δὲ μετὰ ταῦτα τῇ δικαιολογίᾳ, μετὰ τὴν προϑεσμίαν ὑποπεσεῖται τῇ παραγραφῇ․ καὶ λέγει τοῦτο διάταξις τῶν αὐτοκρατόρων Σεβήρου καὶ ᾽Αντωνίνου.

D.27.1.13.7 ᾽Εὰν γάρ τις διὰ νόσον ἢ δι´ ἄλλην ἀνάγκην, οἷον ϑαλάσσης ἢ χειμῶνος ἢ ἐφόδου λῃστῶν ἤ τινα ἑτέραν παραπλησίαν, ἐμπροϑέομως μὴ δύνηται ἐντυχεῖν, συγγνώμης τυγχάνειν οὗ τὴν πίστιν ἤρκει συστῆσαι καὶ ἐξ αὐτοῦ τοῦ φύσει δικαίου, πλὴν ἀλλὰ καὶ διάταξίς ἐστιν τῶν αὐτοκρατόρων Σεβήρου καὶ ᾽Αντωνίνου ταῦτα λέγουσα.

D.27.1.13.8 Εἰδέναι δὲ δεῖ, ὅτι οὐκ ἀπόχρη τὸ προσελϑεῖν τῷ δικάζοντι, ἀλλὰ δεῖ αὐτὸν καὶ περὶ τοῦ εἴδους τῆς ἀφέσεως μαρτύρασϑαι, καὶ εἰ πολλὰ ἔχει πρὸς ἄφεσιν δίκαια, πάντα ὀνομάσαι· εἰ δὲ μή, ὅμοιός ἐστιν τῷ μηδὲ τὴν ἀρχὴν προσεληλυϑότι ὁ προσελϑὼν μέν, δίκαιον δὲ ἀφέσεως μὴ ὀνομάσας.

D.27.1.13.9 Αἱ δὲ πεντήκοντα ἡμέραι συνημμέναι ψηφίζονται ἀρχόμεναι ἀπὸ τοῦ καιροῦ τῆς γνώσεως, ἐν ᾧ τις ἔγνω ἑαυτὸν δεδόσϑαι.

D.27.1.13.10 Χρὴ δὲ μιᾷ μαρτύρασϑαι πρό βήματος ἢ ἄλλως ἐπὶ ὑπομνημάτων· δύναται δὲ καὶ βιβλίδια ἐπιδοῦναι χαμᾶϑεν, ὡς οἱ αὐτοί φασιν αὐτοκράτορες.

D.27.1.13.11 ῾Ο ἰδίῳ ἀργυρίῳ ὠνηϑεὶς καὶ ἀπελευϑερωϑεὶς οὐδαμῶς συγκρίνεται τοῖς λοιποῖς ἀπελευϑέροις.

D.27.1.13.12 ῾Ομοίως δὲ ὁ καταδεεστέρας τάξεως ὢν οὐ παραιτήσεται ἐπιτροπεύειν ἢ κουρατορεύειν τῶν μειζόνων. Divi Severus et Antoninus Augusti ‘Narcisso. Ab avo materno tutor datus necesse non habuisti excusari, cum ipso iure non teneris: si igitur administrationi te non miscuisti, potes esse securus’.ὁμοίως δὲ καὶ ἐὰν τὸν μὴ ὑποκείμενον τῇ δικαιοδοσίᾳ χειροτονήσωσιν οἱ ἄρχοντες ἐπίτροπον ἢ κουράτορα, οὐδὲ οὗτος ἀνάγκην ἔχει παραφυλάσσειν τὰς προϑεσμίας, οἷον τὸν μήτε πολίτην μήτε ἰνκόλαν.

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑