Digesta Iustiniani 27.1.10
inscriptio Modestinus libro tertio excusationum
D.27.1.10pr. Οὐ μόνον δὲ οἱ τὰς ἀπὸ καλίγος στρατείας καὶ τὰς λοιπὰς πριμιπιλάριοι στρατευσάμενοι, ἀλλὰ καὶ οἱ ὁπωσοῦν χρείας δημοσίας δήμου ῾Ρωμαίων ἕνεκα ἀποδημήσαντες ἐνιαυτοῦ ἔχουσιν ἀνάπαυσιν μετὰ τὸ ἐπανελϑεῖν.
D.27.1.10.1 ῾Ο μέντοι ἐνιαυτὸς οὗτος οὐ μόνον τοῖς πληρώσασιν τὸν συνήϑη τῆς στρατείας καιρὸν ἐν ταῖς λοιπαῖς δημοσίαις χρείαις δίδοται, ἀλλὰ καὶ τοῖς ὁπωσοῦν παυσαμένοις τῆς δημοσίας χρείας καὶ ἐπανελϑοῦσιν, κἂν ἐλάττονα χρόνον διατρίψωσιν τοῦ διατεταγμένου.
D.27.1.10.2 Ας μέντοι πρότερον εἶχον ἐπιτροπάς, διὰ δὲ τοῦτο ἀπέϑεντο, ὅτι δημοσίου ἕνεκα πράγματος ἀπεδήμουν, ταύτας ἐπανελϑόντες παραυτὰ ἐπαναλήψονται οὐδὲν αὐτοῖς βοηϑοῦντος τοῦ ἐνιαυτοῦ· ὁ γὰρ ἐνιαυτὸς πρὸς τὰς μελλούσας καινὰς δίδοται, οὐχὶ πρὸς τὰς ἀναληφϑῆναι ὀφειλούσας.
D.27.1.10.3 ᾽Ενιαυτὸς δὲ συνημμένων ἡμερῶν ἐξετασϑήσεται, ἐξ ὅτου τις ἐπανῆλϑεν εὐϑεῖαν ὁδὸν εὐϑύνων ἢ διευϑύνειν γε ὀφείλων, οὐχὶ τὴν ἐκ περιόδων.
D.27.1.10.4 Καὶ οἱ κατὰ διαϑήκας δοϑέντες ἐπίτροποι παραιτήσονται κατὰ νόμους τὸν χειρισμὸν τῶν ἐν ἄλλῃ ἐπαρχίᾳ ὄντων κτημάτων, ὡς δηλοῖ ἡ ὑποτεταγμένη τοῦ ϑειοτάτου Σεβήρου διάταξις· ‘Divi Severus et Antoninus Augusti Valerio․ Testamento tutor datus ante præfinitum diem adire debuisti et postulare, ut ab administratione rerum, quæ in alia provincia erant, liberareris’.
D.27.1.10.5 Εἰσὶν καὶ ἄλλοι, οἵ, κἂν ἤδη ὦσιν ἐπίτροποι ἢ κουράτορες, διηνεκῶς λοιπὸν ἀπολύονται τῆς φροντίδος, οἷον οἱ τὴν ἑστίαν ἀλλαχοῦ μεταϑεῖναι τυχόντες ἐξ ἀντιγραφῆς βασιλέως, εἰδότος μὲν αὐτὸν ἐπιτροπεὐειν, τὸ δὲ μετοικῆσαι ῥητῶς αὐτῷ φιλοτιμουμένου, καὶ τούτων ἑκάτερον δηλοῦντος τοῖς γράμμασιν.
D.27.1.10.6 Μηδὲ λιβραρίους μηδὲ καλκουλάτορας, οὓς διαψηφιστὰς λέγομεν, ἔχειν ἀλειτουργησίαν λέγουσιν αἱ ϑεῖαι διατάξεις.
D.27.1.10.7 ᾽Εὰν ἀπελεύϑερος δοϑῇ ἀφῆλιξ ὑπὸ πάτρωνος ἐπίτροπος τοῖς τέκνοις αὐτοῦ, ἢ καὶ ἕτερος οἱοσδήποτε ἐλάττων τῶν εἴκοσι πέντε ἐνιαυτῶν, ἕως μὲν ἀφῆλιξ ᾖ, οὐκ ἐνοχληϑήσεται· ἐν τοσούτῳ δὲ ἕτερος εἰς τόπον αὐτοῦ χειροτονηϑήσεται κηδεμών․ ὅμοιός ἐστιν τούτῳ καὶ ὁ νόμιμος ἐπίτροπος, ἐὰν ἀφῆλιξ ὢν τύχῃ· καὶ γὰρ καὶ εἰς τὸν τόπον τούτου κηδεμὼν ἐν τῷ τέως δοϑήσεται.
D.27.1.10.8 Μηδὲ λιβραρίους μηδὲ καλκουλάτορας, οὓς διαψηφιστὰς λέγομεν, ἔχειν ἀλειτουργησίαν λέγουσιν αἱ ϑεῖαι διατάξεις. Adversa quoque valetudo excusat, sed ea, quæ impedimento est, quo minus quis suis rebus superesse possit, ut imperator noster cum patre rescripsit:
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
