Digesta Iustiniani 27.1.1
inscriptio Modestinus libro primo excusationum
D.27.1.1pr. ῾Ερέννιος Μοδεστῖνος ᾽Εγνατίῳ Δέξτρῳ․ Συγγράψας σύγγραμμα, ὡς ἐμοὶ δοκεῖ, χρησιμώτατον, ὅπερ παραίτησιν ἐπιτροπῆς καὶ κουρατορίας ὠνόμασα, τοῦτό σοι πέπομφα.
D.27.1.1.1 Ποιήσομαι δὲ ὡς ἂν οἷός τε ὦ τὴν περὶ τούτων διδασκαλίαν σαφῆ, ἀφηγούμενος τὰ νόμιμα τῇ τῶν ῾Ελλήνων φωνῇ, εἰ καὶ οἶδα δύσφραστα εἶναι αὐτὰ νομιζόμενα πρὸς τὰς τοιαύτας μεταβολάς.
D.27.1.1.2 Προσϑήσω δὲ τῇ τῶν λεγομένων διηγήσει αὐτὰ τὰ τῶν νόμων ῥήματα, εἴ που καὶ τούτου δεηϑείην, ἵνα τήν τε τῶν λεκτέων καὶ τὴν τῶν ἀναγνωστέων χρῆσιν ἔχοντες τὸ ὁλόκληρον τοῖς δεομένοις καὶ τὴν ὠφέλειαν παρασχώμεϑα.
D.27.1.1.3 Λεκτέον τοίνυν πρῶτον, τίνας οὐ δεῖ χειροτονεῖσϑαι.
D.27.1.1.4 ᾽Απελευϑερικοῖς ὀρφανοῖς εὐγενεῖς οὐ δώσουσιν οἱ ἄρχοντες ἐπιτρόπους ἢ κουράτορας, πλὴν εἰ μὴ παντελὴς ἀπορία κατὰ τὸν τόπον ἀπελευϑέρων ἐστίν· ἀπελευϑερικοῖς γὰρ ἀπελευϑέρους μόνους δεῖν δίδοσϑαι τοὺς ἐκ τοῦ αὐτοῦ τόπου ὄντας ϑείου Μάρκου ὀρατίων κελεύει․ ἐὰν δὲ δοϑῇ, ὁ ϑειότατος Σεβῆρος τῶν ἀφηλίκων προνοούμενος ὑπεύϑυνον αὐτὸν εἶναι τῇ ἐπιτροπῇ, ἐὰν μὴ ἐμπροϑέσμως δικαιολογήσηται, ἀντέγραψεν.
D.27.1.1.5 Οὐκ ἔξεστιν κουρατορεύειν μνηστῆρα μνηστῆς, ὡς ἡ σύγκλητος λέγει· χειροτονηϑεὶς δὲ ὁ τοιοῦτος ἀπολυϑήσεται.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
