Digesta Iustiniani 14.2.9
inscriptio Volusius Mæcianus ex lege Rhodia
D.14.2.9 ᾽Αξίωσις Εὐδαίμονος Νικομηδέως πρὸς ᾽Αντωνῖνον βασιλέα· Κύριε βασιλεῦ ᾽Αντωνῖνε, ναυφράγιον ποιήσαντες ἐν τῇ ᾽Ιταλίᾳ διηρπάγημεν ὑπὸ τῶν δημοσίων τῶν τὰς Κυκλάδας νήσους οἰκούντων․ ᾽Αντωνῖνος εἶπεν Εὐδαίμονι· ἐγὼ μὲν τοῦ κόσμου κύριος, ὁ δὲ νόμος τῆς ϑαλάσσης․ τῷ νόμῳ τῶν ῾Ροδίων κρινέσϑω τῷ ναυτικῷ, ἐν οἷς μήτις τῶν ἡμετέρων αὐτῷ νόμος ἐναντιοῦται․ τοῦτο δὲ αὐτὸ καὶ ὁ ϑειότατος Αὔγουστος ἔκρινεν.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
