Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 9.47.ult.2

DE POENIS.

inscriptio [Αὐτοκράτωρ Ἰουστινιανὸς Α․ Μηνᾷ ἐπάρχῳ πραιτωρίων.] Θεσπίζομεν ..․

C.9.47.26pr. Ἡ διάταξις κελεύει τοὺς πεμπομένους ἐν ἐξορίᾳ μὴ διάγειν ἐν τῇ φυλακῇ τῶν τόπων, εἰς οὓς ἐπέμφθησαν, ἀλλὰ μηδὲ ἐξορίζεσθαί τινα εἰς τὸ φρούριον τῆς Γύψου ἢ εἰς ἑτέρας φυλακάς.

C.9.47.26.1 Ἀλλ’ εἰ μὲν τὸ ἁμάρτημα ἄξιόν ἐστι θανάτου, ὑποκεῖσθαι τῇ τοιαύτῃ κολάσει, εἰ δὲ ἐξορίας ἢ διηνεκοῦς ἢ προσκαίρου, τότε ἐξορίζεσθαι αὐτοὺς μὴ κελευομένους ἐν ταῖς φυλακαῖς τῶν τόπων ἐν οἷς πέμπονται ἀποτίθεσθαι, ἀλλὰ πέμπεσθαι εἰς ἐπαρχίαν, εἰς ἣν ἂν ὁ δικάζων ὁρίζῃ, χωρὶς τῶν υπεξῃρημένων κατωτέρω ἐπαρχιῶν τε καὶ πόλεων, ἔχοντας αὐτοὺς ἐξουσίαν ἐν πάσῃ τῇ ἐπαρχίᾳ εἰς ἣν ἐπέμφθησαν διατρίβειν, μὴ δυναμένους ἐξιέναι τῆς ἐπαρχίας ἢ μένοντας ἐν τῇ ἐπαρχίᾳ ἄτακτόν τι ποιῆσαι.

C.9.47.26.2 Ἐὰν δέ τις ἢ τῆς ἐπαρχίας ἐξέλθῃ ἢ μένων ἐν τῇ ἐπαρχίᾳ ἄτακτόν τι ποιήσῃ, ἔστω ὑπὸ τὸν ἔσχατον κίνδυνον τιμωρούμενος ἢ παρὰ τοῦ ἄρχοντος τῆς ἐπαρχίας ἢ παρὰ τοῦ ἄρχοντος ἐκείνων τῶν τόπων, εἰς οὓς ἔφυγε.

C.9.47.26.3 Καὶ οἱ βαλλόμενοι δὲ ἐν δεσμωτηρίῳ ἐν τῇ βασιλίδι πόλει μὴ μενέτωσαν ὑπὲρ τὸν χρόνον τὸν ὁρισθέντα ἤδη ἐν τῷ ἀνωτέρω τίτλῳ περὶ τῶν φυλαττομένων.

C.9.47.26.4 Ὁμοίως δὲ καὶ ἐν ταῖς ἐπαρχίαις συντομωτέραν γίνεσθαι τὴν ἐξέτασιν τῶν ἐγκλημάτων· καὶ ἐὰν φανῇ τις ἄξιος ἐξορίας, ἐξορίζεσθαι αὐτὸν μὴ εἰς φυλακήν, ἀλλ’ εἰς ἐπαρχίαν χωρὶς τῶν ἀπηγορευμένων, ἐπὶ τῷ πάλιν ὑποκεῖσθαι αὐτοὺς τῇ ἐσχάτῃ τιμωρίᾳ, ἢ ἐὰν ἐξέλθωσι τῆς ἐπαρχίας ἢ ἐκεῖσε διάγοντες ἄτακτόν τι ποιήσωσι.

C.9.47.26.5 Τοὺς δὲ ἄρχοντας Ἀλεξανδρείας καὶ Θηβάϊδος κελεύει μόνους εἰς Γύψον καὶ εἰς Ὄασιν ἐκπέμπειν αὐτοὺς ἢ ἕως ἓξ μηνῶν ἢ τὸ μήκιστον ἕως ἐνιαυτοῦ.

C.9.47.26.6 Εἰ δὲ διηνεκής ἐστιν ἡ ἐξορία, μήτε εἰς Γύψον πεμπέτωσαν μήτε εἰς Ὄασιν μήτε εἰς φυλακὴν ἑτέρας ἐπαρχίας, ἀλλ’, ὡς εἴρηται εἰς τελείαν ἐπαρχίαν, ἐπὶ τῷ, εἴ τι πταίσουσιν ἢ παρεξέλθωσι τὰς κελεύσεις τῶν πεμψάντων αὐτοὺς ἀρχόντων, εἰς ἔσχατον τιμωρηθῆναι.

C.9.47.26.7 Κελεύει δὲ τοὺς ταξεώτας τοὺς ἐν ἑκάστῳ δικαστηρίῳ ὑπομιμνήσκειν τοὺς ἄρχοντας περὶ τούτου τοῦ νόμου, καὶ μηδὲ κατέχεσθαί τινα ὑπὲρ τὸν χρόνον τῆς ἐξορίας ἑαυτοῦ, ἀλλὰ παραχρῆμα ἀφίεσθαι ἀζημίως καὶ ἀδιαστρόφως, τὸν δὲ ἐπιχειρήσοντά τι λαβεῖν τὸ τετραπλάσιον ἀποδιδόναι.

C.9.47.26.8 Κεκώλυνται δὲ οἱ ἄρχοντες ἐξορίζειν εἰς τὰς ὑποτεταγμένας τῇ διατάξει ἐπαρχίας τε καὶ πόλεις.

C.9.47.26.9 Οἱ κατὰ τόπον ἐπίσκοποι φροντιζέτωσαν παραφυλαχθῆναι ἐν τοῖς ἐξοριζομένοις διηνεκῶς ἢ ἐπί τινα χρόνον ῥητὸν τὰ προστεταγμένα τῇ διατάξει.

subscriptio D․ XV k․ Febr․ Constantinopoli Decio cons.[a․ 529]

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑