Codex Iustinianus 9.4.ult
inscriptio Αὐτοκράτωρ Ἰουστινιανὸς Α․ Μηνᾷ ἐπάρχῳ πραιτωρίων.
C.9.4.6pr. Οὐδένα ἐμβάλλεσθαι ἐν φυλακῇ δίχα προστάξεως τῶν κατὰ τὴν εὐδαίμονα ταύτην πόλιν ἢ ἐν ἐπαρχίᾳ ἐνδόξων ἢ περιβλέπτων ἢ λαμπροτάτων ἀρχόντων ἢ τῶν ἐν ταῖς πόλεσιν ἐκδίκων βουλόμεθα.
C.9.4.6.1 Ἐπὶ δὲ τῶν ἐμβληθέντων ἢ ἐμβαλλομένων τοὺς θεοφιλεστάτους τῶν τόπων ἐπισκόπους μίαν ἑκάστης ἑβδομάδος ἡμέραν τὴν τετράδα ἢ τὴν παρασκευὴν τοὺς ἐν ταῖς φυλακαῖς διερευνᾶσθαι καὶ σὺν ἀκριβείᾳ μανθάνειν τὰς τῆς αὐτῶν κατοχῆς αἰτίας καὶ εἴτε οἰκέται τυγχάνοιεν ὄντες εἴτε ἐλεύθεροι, εἴτε ἐπὶ χρήμασιν εἴτε ἐπὶ ἄλλοις ἐγκλήμασιν εἴτε ἐπὶ φόνοις ἐμβεβλημένοι.
C.9.4.6.2 Καὶ εἰ μὲν δοῦλοί εἰσιν, εἴσω εἴκοσιν ἡμερῶν ἐκβάλλεσθαι αὐτοὺς ἢ σωφρονιζομένους ἢ τοῖς δεσπόταις παραδιδομένους․ ἢ ἐὰν μὴ φαίνωνται οἱ δεσπόται, ἀπολύεσθαι αὐτούς.
C.9.4.6.3 Ὁ ἐν εἱρκτῇ βληθεὶς διὰ χρηματικὸν ἐλεύθερος ἀπολυέσθω παρέχων ἐγγύας· εἰ δὲ ἀπορεῖ ἐγγυῶν, τεμνέσθω εἴσω λ’ ἡμερῶν τὸ κατ’ αὐτὸν καὶ ἀπολυέσθω․ ἐὰν δὲ πλείονος χρόνου τὸ πρᾶγμα δέηται, τότε ἐξωμοσίᾳ καταπιστευέσθω μέχρι πέρατος τῆς δίκης· εἰ δὲ μετὰ τὴν ἐξωμοσίαν ἀπολειφθῇ πρὸ περαιώσεως τοῦ ζητουμένου, ἐκπιπτέτω τῶν οἰκείων πραγμάτων.
C.9.4.6.4 Ἐὰν ἐλεύθερος ἐγκλήματι κατεχόμενος βληθῇ εἰς φυλακήν, ἐγγύας διδότω καὶ ἀπολυέσθω․ εἰ δὲ ἀπορεῖ ἐγγυῶν, μεινάτω ἕως μηνῶν μόνων ἐν τῇ φυλακῇ, ὧν ἐντὸς τεμνέσθω τὸ κατ’ αὐτόν, εἰ μὴ ἄρα κεφαλικῶς ἐνάγεται.
C.9.4.6.5 Ὁ γὰρ τοιοῦτος οὐδὲ ἐγγύῃ καταπιστεύεται, ἐὰν μέντοιγε ὑπὸ τῶν δημοσιευόντων κατηγορηθῇ· ἀλλὰ ἐντὸς πάλιν τῶν ἓξ μηνῶν τὸ κατ’αὐτὸν ὀφείλει πέρας λαβεῖν․ εἰ δὲ οὐχ ὑπὸ τῶν δημοσιευόντων, ἀλλ’ ὑπὸ ἰδικοῦ κατηγόρου ἐνήχθη, τότε καταθαρρεῖται ἡ ἐγγύη․ ἐὰν δὲ οὐκ εὐπορῇ δοῦναι ἐγγύας, φυλάττεται ἐπὶ ἕνα μόνον ἐνιαυτόν, οὗ ἐντὸς τὸ κατ’ αὐτὸν χρὴ πάντως τέμνεσθαι․
C.9.4.6.6 Προλήψεως δὲ περὶ αὐτῶν γενομένης ὡς ὑπευθύνων, εἶναι αὐτοὺς ἐν τῇ φρουρᾷ, ἕως ὅτε περαιωθῇ ἡ δίκη.
C.9.4.6.7 Εἰ δὲ ἤδη ψῆφος γέγονε παρὰ τῶν ἐγκεκλεισμένων, ἐκβιβάζεσθαι αὐτήν, εἴτε σωματική ἐστιν εἴτε χρηματική, ἐχόντων ἐξουσίαν ἐπὶ χρηματικῇ ἐκστῆναι.
C.9.4.6.8 ῾Υπομιμνησκόντων τῶν ἐπισκόπων τοὺς ἄρχοντας εἰδότας, ὡς ὅτι καὶ αὐτοὶ καὶ αἱ τάξεις αὐτῶν δέκα λίτρας παρέξουσιν.
C.9.4.6.9 Ἀδείας διδομένης τοῖς κατὰ καιρὸν θεοφιλεστάτοις ἐπισκόποις, εἴ τινα ῥᾳθυμίαν ἴδοιεν γινομένην παρὰ τῶν κατὰ καιρὸν ἐνδοξοτάτων καὶ μεγαλοπρεπεστάτων καὶ λαμπροτάτων ἀρχόντων ἢ παρὰ τῶν πειθομένων αὐτοῖς τάξεων, ταύτην μηνύειν, ὡς ἂν προσήκουσα κατὰ τῶν ῥᾳθυμούντων ἐνεχθείη κίνησις.
subscriptio D․ XV k․ Febr․ Constantinopoli Decio cons․ [a․ 529]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
