Codex Iustinianus 8.10.12
C.8.10.12pr. Αὐτοκράτωρ Καῖσαρ Ζήνων εὐσεβὴς νικητὴς τροπαιοῦχος ἀεὶ μέγιστος ἀεὶ σεβαστὸς Αὔγουστος Ἀδαμαντίῳ ἐπάρχῳ πόλεως․ Καὶ δικῶν εἰρήνης ἀπολαύειν καὶ τῶν ἔξωθεν πολέμων ἀπαλλάττεσθαι τοὺς ὑπηκόους βουλόμενοι νουθετεῖν ἑκάστοτε προθυμούμεθα․ διὸ καὶ τὸν παρόντα φέρομεν νόμον ἱκανῶς ἀποδεικνύντα, ὡς καὶ ἡ σὴ μεγαλοπρέπεια δικαίως ἐδίδαξεν καὶ ἡμεῖς προνοητικῶς τὰ τὴν δυσχέρειαν λύοντα διορίζομεν.
C.8.10.12.1 Καὶ μικρὸν ἀποστάντες τῶν πρεπωδεστέρων τῇ πολιτείᾳ ῥημάτων τοῖς τῷ πλήθει γνωριμωτέροις χρησόμεθα, ὅπως ἂν ἕκαστος αὐτῶν ἐντυγχάνων τῷ νόμῳ μὴ δέοιτο ἑτέρου βοηθοῦ πρὸς τὴν οἰκείαν χρείαν.
C.8.10.12.1A Ἔγνωμεν τοίνυν ἐκ τῶν ἐνεχθέντων παρὰ τοῦ σοῦ μεγέθους, ὡς ὁ θεῖος νόμος τοῦ τῆς ἀθανάτου μνήμης πατρὸς ἡμετέρου Λέοντος, ὃν ἔθετο περὶ τῶν ἐν τῇδε τῇ ἐνδόξῳ πόλει κτίζειν βουλομένων, ἀμφίβολος εἶναι κατά τινα μέρη δοκεῖ διὰ τὰς τῶν φαύλως ἑρμηνευόντων ἐπινοίας․ (1) προστάττομεν τοὺς τὰς ἰδίας οἰκίας ἀνανεοῦντας τὸ ἀρχαῖον σχῆμα μηδαμῶς παρεξιέναι, ὥστε μὴ τοὺς οἰκοδομοῦντας ἀφαιρεῖσθαι φῶτα ἢ ἄποψιν τῶν γειτόνων παρὰ τὸ πάλαι καθεστηκός․ οὐ μὴν προσθήσω, ὅ τι δήποτε δέοι κρατεῖν, οἷον ὁ τῇ οἰκοδομίᾳ χρώμενος δίκαιον ἔχοι προσῆκον αὐτῷ ἐκ συμφώνου ἢ ἐπερωτήσεως, ἐπιτρέπον ἀμείβειν, εἰ βουληθείη, τὸ παλαιὸν σχῆμα.
C.8.10.12.1B Διὸ θεσπίζομεν, εἰ σύμφωνον ἢ ἐπερώτησις βοηθοῖ τῷ κτίζοντι, ἐξεῖναι αὐτῷ κατὰ τὴν δύναμιν τοῦ συμφώνου ἢ τῆς ἐπερωτήσεως οἰκοδομεῖν, εἰ καὶ τοὺς γείτονας, οἷς ἐναντιοῦται τὸ σύμφωνον, ἐντεῦθεν βλάπτειν δοκοίη.
C.8.10.12.2 Τῆς δέ μου τῆς διατάξεως εἰπούσης καὶ δώδεκα ποδῶν χρῆναι καταλιμπάνειν μέσον τῆς τε ἰδίας καὶ τῆς τοῦ γείτονος οἰκίας τὸν οἰκοδομεῖν μέλλοντα καὶ τὸ πλέον ἢ ἔλαττον προσθείσης, ὃ μεγίστην ἀσφάλειαν εἰκότως ποιεῖ (τὸ γὰρ ἐνδοιάζον οὐκ ἐπιτήδειον εἰς ἀμφιβολίας ἀναίρεσιν), περιφανῶς κελεύομεν δυοκαίδεκα πόδας εἶναι μέσους ἑκατέρας οἰκίας, ἀρχομένους μὲν ἀπὸ τοῦ ἐπικειμένου τοῖς θεμελίοις οἰκοδομήματος, παραφυλαττομένους δὲ μέχρι πέρατος τοῦ ὕψους․ καὶ τῷ τοῦτο τοῦ λοιποῦ παραφυλάττοντι ἐξεῖναι τὴν οἰκίαν ἐγείρειν ἐφ’ ὅσον θελήσειεν ὕψος καὶ θυρίδας κατασκευάζειν τὰς καλουμένας παρακυπτικὰς καὶ φωταγωγοὺς κατὰ τὴν θείαν νομοθεσίαν, εἴτε νέαν οἰκίαν βούλοιτο κτίζειν εἴτε παλαιὰν ἀνανεοῦν εἴτε διαφθαρεῖσαν ἐκ πυρὸς οἰκοδομεῖν.
C.8.10.12.2A Μηδαμῶς ἐκ τούτου τοῦ διαστήματος συγχωρεῖσθαι ἀφαιρεῖν τοῦ γείτονος ἄποψιν θαλάσσης εὐθεῖαν καὶ οὐ βεβιασμένην ἐξ οἱουδήποτε πλευροῦ τῆς οἰκίας, ἣν ὁ γείτων ἑστὼς ἔνδον ἐν τοῖς ἰδίοις ἢ καὶ καθήμενος ἔχει, μὴ παρατρέπων ἑαυτὸν ἐν τῷ παρακύπτειν εἰς τὸ πλάγιον καὶ βιαζόμενος, ὥσπερ ἰδεῖν θάλασσαν.
C.8.10.12.2B Tὸ γὰρ τῶν κήπων τε καὶ τῶν δένδρων οὔτε περιείληπται τῇ προτέρᾳ νομοθεσίᾳ οὔτε τῇ παρούσῃ προστεθήσεται․ οὔτε γὰρ προσήκει τοιαύτην δουλείαν κρατεῖν.
C.8.10.12.3 Μηδενὶ δὲ ἐξέστω κτίζοντι οἰκίαν, ἐν μέσῳ ὄντος στενωποῦ ἢ πλατείας ὑπὲρ τοὺς δεκαδύο πόδας, διὰ τοῦτο παραιρεῖσθαι μέρος τῆς πλατείας ἢ τοῦ στενωποῦ καὶ τῷ οἰκείῳ προσνέμειν οἰκοδομήματι․ οὐ γὰρ τὰ τῷ δημοσίῳ προσήκοντα βλάπτειν βουλόμενοι καὶ τοῖς κτίζουσιν ἀπονέμειν δεκαδύο ποδῶν εἶναι διάστημα ἐν μέσῳ τῶν οἰκιῶν διωρίσαμεν, ἀλλ’ ὥστε μὴ στενότερα εἶναι τὰ μεταξὺ τῶν οἰκιῶν διαστήματα, καὶ τὸ πλέον περιόν τι ἐῶντες ἔχειν ὡς ἔχει καὶ τοῦτο μειοῦσθαι μὴ συγχωροῦντες, ἵνα τῇ πόλει τὰ οἰκεῖα περισώζηται δίκαια.
C.8.10.12.3A Εἰ δὲ τὸ παλαιὸν οἰκοδόμημα καὶ τὸ ἀρχαῖον σχῆμα τοιοῦτον ἦν, ὥστε ἔλαττον εἶναι τῶν δεκαδύο ποδῶν μεταξὺ ἑκατέρας οἰκίας διάστημα, μὴ ἐξέστω παρὰ τὸ παλαιὸν σχῆμα ἢ ὑψοῦν τὸ οἰκοδόμημα ἢ θυρίδας ποιεῖν· εἰ μὴ δέκα πόδες εἶεν ἐν μέσῳ· τηνικαῦτα γὰρ παρακυπτικὰς μὲν ὁ κτίζων οὐ δυνήσεται ποιεῖν οὐκ οὔσας πάλαι, ὡς εἴρηται, φωταγωγοὺς δὲ ποιήσει ἀπὸ ἓξ ποδῶν τοῦ πάτου εἰς ὕψος, μηδαμῶς τὸ καλούμενον ψευδόπατον ποιεῖν ἐν τῷ ἑαυτοῦ οἰκήματι τολμῶντος, φωταγωγοῦ θυρίδος κατασκευασθείσης κατὰ τὸ εἰρημένον τῶν ἓξ ποδῶν ὕψος, καὶ σοφίζεσθαι τὸν νόμον.
C.8.10.12.3B Εἰ γὰρ τοῦτο ἐξείη, πάλιν αἱ φωταγωγοὶ διὰ τοῦ ψευδοπάτου παρακυπτικῶν πληρώσουσι χρείαν καὶ τὸν γείτονα βλάψουσιν․ ὅπερ γίνεσθαι κωλύομεν, οὐδαμοῦ τὴν ἐκ τῶν συμφώνων ἤτοι ἐπερωτημάτων ἁρμόζουσαν βοήθειαν, εἴπερ ὅλως ὑπάρχει τοιαύτη τις, ἀναιροῦντες.
C.8.10.12.4 Ἔτι δὲ τοῦ προτέρου νόμου κελεύοντος ἑκατὸν πόδας ἐξεῖναι τὰς οἰκίας εἰς ὕψος αἴρειν τὰς ὑπὸ τοῦ πυρὸς πρώην διαφθαρείσας, εἰ καὶ περὶ θαλάσσης ἄποψιν ἕτερος βλάπτοιτο, καὶ ταύτην ἀναιροῦντες τὴν ἀμφιβολίαν θεσπίζομεν τοῦτο αὐτὸ κρατεῖν ἐπί τε τῶν ἐμπρησθεισῶν οἰκιῶν εἴτε τῶν ἀνανεουμένων καὶ ἐπὶ τῶν οὐκ οὐσῶν μὲν πρότερον, κτιζομένων δὲ νῦν, μετὰ τούτων καὶ ἐπὶ τῶν πυρὸς μὲν βλάβην μὴ δεξαμένων, διὰ παλαιότητα δὲ ἢ καί τινα οὖν ἄλλην αἰτίαν σαθρῶν γενομένων, ἵνα ἐπὶ πάσης οἰκίας οἰκοδομουμένης ἑκατὸν ποδῶν εἴη διάστημα ἐν μέσῳ τῶν ἀμφιβαλλομένων τόπων, κωλύματος χωρὶς γένηται οἰκοδόμημα, εἰ καὶ τῆς ἄλλῳ διαφερούσης οἰκίας τὴν ἐπὶ θάλασσαν ἄποψιν λυμαίνηται.
C.8.10.12.4A Τὰς δὲ ἀπὸ μόνων μαγειρείων ἢ τῶν καλουμένων ἀποπάτων ἢ ἀφεδρώνων ἢ κλιμάκων ἢ διαβάσεων πρὸς πάροδον μόνην χρησίμων ἢ καὶ τούτων, ἃ καλοῦσιν οἱ πολλοὶ βαστέρνια, ἀπόψεις εἰς θάλασσαν βλάπτειν ἐξέστω, κἂν ἐντὸς ἑκατὸν ποδῶν βούλοιτό τις οἰκοδομεῖν, δώδεκα μέντοι πόδες ἐν μέσῳ τυγχάνοιεν ὄντες.
C.8.10.12.4B Ταῦτα δὲ παραφυλαχθῆναι θεσπίζομεν, ὅτε μὴ ὑπάρχει τινὶ σύμφωνον ἐπιτρέπον οἰκοδομεῖν· τηνικαῦτα γὰρ καὶ μὴ παραφυλαχθέντος διαστήματος κατὰ τὸ σύμφωνον ἐπιτρέπομεν ἐγείρεσθαι τὰς οἰκοδομάς, εἰ καὶ βλάπτοιεν περὶ θαλάσσης ἄποψιν τοὺς συμφωνήσαντας ἢ τοὺς τὰς ἐκείνων οἰκίας διαδεξαμένους, ἐπειδὴ τὰ ἤδη τισὶν ὑπάρχοντα ἐκ συμφώνων δίκαια οὐ προσήκει διὰ τῶν γενικῶν ἀναιρεῖσθαι νόμων.
C.8.10.12.5 Ἔτι δὲ θεσπίζομεν τὰ καλούμενα σωλάρια μετὰ τὸν παρόντα νόμον μὴ ἐκ μόνων ξύλων τε καὶ σανίδων γίνεσθαι, ἀλλὰ τῷ τῶν λεγομένων ῥωμανισίων οἰκοδομεῖσθαι σχήματι, δέκα δὲ ποδῶν εἶναι διάστημα μεταξὺ δύο σωλαρίων ἀντικρὺ ὄντων ἀλλήλων.
C.8.10.12.5A Εἰ δὲ τοῦτο μὴ δυνατὸν εἴη διὰ στενοχωρίαν τοῦ τόπου, ἐκ παραλλαγῆς γίνεσθαι τὰ σωλάρια.
C.8.10.12.5B Εἰ δὲ αὐτὸς ὁ στενωπὸς μὴ περαιτέρω δέκα ποδῶν εἴη, μηδ’ ἐπιχειρεῖν ἐκ μηδετέρου μέρους σωλάρια ἤτοι ἐξώστας κατασκευάζειν.
C.8.10.12.5C Καὶ τὰ γενόμενα δὲ ὃν εἴρηται τρόπον κελεύομεν ἀφεστάναι τοῦ ἐδάφους εἰς ὕψος ποδῶν δεκαπέντε διάστημα, καὶ μηδαμῶς κατὰ κάθετον αὐτῶν κίονας λιθίνους ἢ ξυλίνους ἐπὶ τῷ ἐδάφει ἵστασθαι ἢ τοίχους κατασκευάζεσθαι, ὥστε μήτε τὸν ἀέρα τὸν ὑπὸ τοῖς ἐν τῷ ὕψει γινομένοις, ὡς εἴρηται, σωλαρίοις ἀποφράττεσθαι, μήτε ἐντεῦθεν στενότερον γίνεσθαι τὸν στενωπὸν καὶ τὴν δημοσίαν πάροδον.
C.8.10.12.5D Κωλύομεν δὲ καὶ κλίμακας ἀπὸ τοῦ ἐδάφους ἀρχομένας τοῦ στενωποῦ γίνεσθαι, ἀναγούσας ἐπὶ τὰ σωλάρια, ὥστε ἔκ τε τῆς ἀσφαλεστέρας κατασκευῆς καὶ ἐκ τοῦ μὴ σφόδρα πλησιάζειν ἀλλήλοις τὰ σωλάρια κουφοτέρους καὶ σπανιωτέρους συμβαίνειν (ὃ μὴ συμβαίη ποτέ) καὶ εὐκολώτερον παύεσθαι τοὺς ἐκ τοῦ πυρὸς κινδύνους τῇ πόλει καὶ τοῖς ἔχουσι τὰς οἰκίας.
C.8.10.12.5E Εἰ δὲ καὶ παρὰ τὸν ἡμέτερον νόμον γένηται σωλάριον ἢ κλίμαξ, οὐ τὰ γενόμενα ἐκκοπήσεται μόνον, ἀλλὰ καὶ ὁ τῆς οἰκίας κύριος δέκα χρυσίου λιτρῶν ζημίαν ὑπομενεῖ, καὶ ὁ διατυπώσας ἀρχιτέκτων ἢ ἐργόλαβος ἑτέρας δέκα λίτρας καταθήσει, καὶ ὁ ἐργασάμενος τεχνίτης οὐχ οἷός τε ὢν διὰ πενίαν ζημιοῦσθαι τὸ σῶμα αἰκισθεὶς τῆς πόλεως ἐξελαθήσεται.
C.8.10.12.6 Πρὸς τούτοις παρακελευόμεθα μηδενὶ ἐξεῖναι πολλοὺς ἐφεξῆς κίονας ἐν ταῖς δημοσίαις στοαῖς ταῖς ἀπὸ τοῦ καλουμένου Μιλίου ἄχρι τοῦ Καπετωλίου ἀποφράττειν οἰκήμασιν ἐκ σανίδων μόνων ἢ καὶ ἄλλως ἐν μέσῳ τῶν κιόνων κατασκευαζομένοις.
C.8.10.12.6A Ἀλλὰ μὴν τὰ τοιαῦτα οἰκήματα μὴ ὑπερβαίνειν πλάτους μὲν ποδῶν ἓξ σὺν τοῖς τοίχοις ἐπὶ τὴν πλατείαν, ὕψους δὲ ποδῶν ἑπτά, ἐκ παντὸς δὲ τρόπου διὰ τεσσάρων κιόνων τὰς παρόδους ἐλευθέρας καταλιμπάνεσθαι τὰς ἀπὸ τῶν στοῶν ἐπὶ τὰς πλατείας.
C.8.10.12.6B Καλλωπίζεσθαι δὲ τὰ τοιαῦτα οἰκήματα ἤτοι ἐργαστήρια μαρμάροις ἔξωθεν, ὥστε κάλλος μὲν διδόναι τῇ πόλει, ψυχαγωγὴν δὲ τοῖς βαδίζουσι.
C.8.10.12.6C Τὰ δὲ ἐν τοῖς ἄλλοις μέρεσι τῆς πόλεως ἐν τοῖς μέσοις τῶν κιόνων τόποις κατασκευαζόμενα ἐργαστήρια, καθάπερ ἂν δοκιμάσειε τῇ πόλει συμφέρειν ἡ σὴ μεγαλοπρέπεια καὶ τοῦ μέτρου ἕνεκα καὶ τοῦ τρόπου, κατασκευάζεσθαι θεσπίζομεν· τῆς ἰσότητος δηλαδὴ πᾶσι φυλαττομένης, ὥστε μὴ ἐπί τινων γειτόνων ἐπιτραπὲν ἐφ’ἑτέρων κωλύεσθαι.
C.8.10.12.7 Κἀκεῖνο δὲ νομοθετοῦμεν, ὥστε μὴ τὰς τῶν συκοφαντῶν κακοτεχνίας τοῖς ἐπιεικέσι λυμαίνεσθαι․ πολλοὶ γὰρ φθόνῳ δίκας οὐκ ἀδικήματός τινος τοῖς οἰκοδομεῖν βουλομένοις ὑφαίνοντες ἀναβολῶν αἴτιοι αὐτοῖς γίνονται, ὥστε τὸν οἰκοδομεῖν ἀρξάμενον, εἶτα κωλυθέντα καὶ τὸ ἔργον ἀτελὲς καταλιπεῖν ἠναγκασμένον καὶ πρὸς τὸ δικαστήριον ἀφελκόμενον τὸ χρῆμα, ἐξ οὗ τὴν οἰκίαν ἐγείρειν ἤλπισεν, ἀναλίσκειν περὶ τὴν δίκην, καὶ τὸ πάντων ἀτοπώτατον, μετὰ τὸ ψήφου νικώσης ἐπιτυχεῖν ἔτι καθάπερ ἀλύτοις τισὶ συμπεπλέχθαι δεσμοῖς, τοῦ κωλύσαντος τὸ ἔργον προσχήματι μὲν ἐφέσεως τὰς κυρίας ἀναμένοντος, τῷ δὲ ἐμποδὼν γίνεσθαι τῇ οἰκοδομίᾳ ἐπὶ ταῖς τοῦ γείτονος συμφοραῖς εὐφραινομένου.
C.8.10.12.7A Προστάττομεν τοίνυν, ἐπὶ τῶν τοιούτων ὑποθέσεων εἰ ἔφεσις ἐπιδοθείη κατὰ τῶν τυπωθέντων παρὰ τοῦ διαγνώμονος, ἅμα τῷ δοθῆναι παρὰ τοῦ δικαστοῦ τὴν ἀναφορὰν ἤτοι τύπον ἔγγραφον καὶ μὴ παραφυλαχθείσης κυρίας ἐξεῖναι τῷ νενικηκότι καὶ τῷ ἡττηθέντι ἅμα ἢ καταμόνας εἰς τὸ δικαστήριον τῆς σῆς εἰσιέναι μεγαλοπρεπείας, καὶ τοῦ ἀντιδίκου κληθέντος κατὰ τὸ συνηθές, εἰ ἄπεστι, τὸν ὅρον τοῦ διαιτητοῦ φανερὸν ποιεῖν, ἵνα πάσης ἀναβολῆς ἐκκοπείσης νόμιμον ἐπιτεθείη πέρας τῇ ὑποθέσει, καὶ μὴ χειμῶνος, εἰ τύχοι, παρόντος ἢ πλησιάζοντος, ἕως περιμένουσι τοὺς μακροὺς τῶν ἐμπροθέσμων χρόνους, τὸν οἰκοδομεῖν βουληθέντα καὶ μὴ δικαίως κωλυθέντα ζημίας ἀφορήτους ὑπομένειν.
C.8.10.12.7B Παραπλήσιον δέ, εἰ καί τις ὑποθέσει τοιαύτῃ ἐφεῖναι βουληθείη μεμφόμενος τοῖς παρὰ τῆς σῆς μεγαλοπρεπείας ἐψηφισμένοις, παραχρῆμα τὴν καλουμένην consultationa γίνεσθαι καὶ δίδοσθαι καὶ αὐτῷ καὶ τῷ νενικηκότι σκοπεῖσθαι κατὰ τὸ εἰωθὸς τὴν ψῆφον ἐν τῷ θείῳ ἡμῶν παλατίῳ, μηδεμιᾶς ἀναβολῆς γινομένης.
C.8.10.12.7C Γινωσκέτωσαν δὲ πάντες, ὅσοι κωλύειν ἐπιχειροῦσι τοὺς οἰκοδομοῦντας, ὡς ἡττηθέντες καὶ τὰς ζημίας αὐτοῖς πάσας τὰς συμβάσας καταθήσουσι καὶ τὴν τῶν ὑλῶν τιμήν, ἃς εἰκὸς διαφθαρῆναι ἢ χείρους γίνεσθαι ἐν τῷ τῆς δίκης χρόνῳ· καὶ τῶν οὐ δικαίως ἐπιχειρησάντων οἰκοδομεῖν, εἰ ἡττηθεῖεν, καὶ τὰς ζημίας τῷ κεκωλυκότι τὸ οἰκοδόμημα καὶ δίκην εἰπεῖν περὶ τούτων ἠναγκασμένῳ κατατιθέντων.
C.8.10.12.8 Πᾶσαν μέντοι τοιαύτην δίκην ἐξ ἀποφάσεως μόνου τοῦ δικαστηρίου τοῦ σοῦ μεγέθους κρίνεσθαι κελεύομεν, καὶ μήτε ἄλλον τινὰ τῶν ἐνδόξων ἀρχόντων ἀκροάσασθαι τοιαύτης ὑποθέσεως μήτε τινὰς τῶν ἀγωνιζομένων τοιαύτην ὑπόθεσιν στρατείας ἢ φόρου χρῆσθαι παραγραφῇ ἕνεκα τοῦ μὴ δικάσασθαι ἢ μὴ καταθεῖναι τὰς ζημίας, ὅσας δοῦναι τῇ ψήφῳ τοῦ ἐνδοξοτάτου ἐπάρχου τῆς πόλεως ἢ τοῦ παρ’αὐτοῦ δοθέντος διαιτητοῦ προσταχθείη, ἀλλὰ τὴν ἀπαίτησιν ὑπομένειν τὸν ἡττηθέντα διὰ τῆς τάξεως τῆς σῆς μεγαλοπρεπείας, μηδενὸς ἐπὶ τούτῳ χρωμένου φόρου παραγραφῇ.
C.8.10.12.9 Προνοείτω δὲ ἡ σὴ μεγαλοπρέπεια τοῦ μή τινας τῶν ἐργολάβων ἢ τεχνιτῶν ἀρξαμένους ἔργου τοῦτο καταλιμπάνειν ἀτελές, ἀλλ’ αὐτὸν μὲν τὸν ἀρξάμενον λαμβάνοντα τὸν μισθὸν ἀναγκαζέτω πληροῦν τὸ ἔργον ἢ διδόναι τὴν ἐντεῦθεν συμβαίνουσαν ζημίαν τῷ οἰκοδομοῦντι καὶ πᾶσαν τὴν ἐκ τοῦ μὴ τὸ ἔργον γινομένην βλάβην, εἰ δὲ πένης τε εἴη τυχὸν ὀ τοῦτο ἁμαρτών, πληγάς τε λαμβανέτω καὶ ἐκβαλλέσθω τῆς πόλεως.
C.8.10.12.9A Μὴ κωλυέσθω δὲ ἕτερος τῆς αὐτῆς τέχνης τὸ παρ’ ἑτέρου ἀρχθὲν ἐκπληροῦν, ὅπερ ἔγνωμεν τολμᾶσθαι κατὰ τῶν οἰκοδομούντων οἰκίας παρὰ τῶν ἐργολάβων ἢ τεχνιτῶν, οὔτε αὐτῶν τὸ τέλειον ἐπιτιθέντων οἷς ἤρξαντο ἐργάζεσθαι, οὐδὲ ἑτέρους τὰ αὐτὰ ἔργα ἀναπληροῦν συγχωρούντων, ἀλλὰ ἐνεγκεῖν ἀφόρητον ζημίαν ἐντεῦθεν τοῖς τὰς οἰκίας κατασκευάζουσι μηχανωμένων.
C.8.10.12.9B Ὁ δὲ παραιτούμενος τὸ παρ’ ἑτέρου ἀρχθὲν ἐκπληρῶσαι δι’ αὐτὸ τοῦτο, ὅτι ἕτερος ἤρξατο, καὶ αὐτὸς παραπλησίαν τῷ καταλιπόντι τὸ ἔργον ὑπεχέτω δίκην.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
