Codex Iustinianus 7.62.36
C.7.62.36 Χρὴ μετὰ πᾶσαν τὴν δίκην τότε τὴν ἔκκλητον ἐπιδοθῆναι (οὐδὲ γὰρ βλάπτεταί τις, ἐὰν ἐν τῷ μεταξὺ ἐγένετο, διαλαλιὰ ἀπαρνουμένη αὐτῷ δίκαιον ἁρμόζον αὐτῷ, τουτέστιν ἢ μαρτύρων παραγωγὴν ἢ ἀνάγνωσιν συμβολαίου· δύναται γὰρ ἐν τῇ ἐκκλήτῳ πάντα γυμνάσαι), ἵνα μὴ κατὰ τῆς μέσης διαλαλιᾶς ἐπιδεδομένης ἐκκλήτου μῆκος διδῶται ταῖς ὑπερθέσεσι, πολλάκις ἐν τῇ αὐτῇ ὑποθέσει ἐπιδεδομένης ἐκκλήτου καὶ ἐξεταζομένης, πάλιν ἄλλου κεφαλαίου γυμναζομένου καὶ πάλιν καὶ κατ’ αὐτοῦ παρεχομένης ἐκκλήτου․ Ἐὰν δὲ διαιτητής ἐστιν ὁ ἐν μέσῃ διαλαλιᾷ δίκαιόν τι αὐτοῖς ἀρνησάμενος, κελεύει ἐγγράφως τούτῳ ἐπισκήπτειν, ὥστε ἐν τῇ ἐκκλήτῳ φυλάττεσθαι αὐτοῖς τὴν περὶ τούτου δικαιολογίαν ἀπρόκριτον․ εἰ δὲ παρὰ ταῦτα γένηται, μήτε δεχέσθω τὴν ἔκκλητον ὁ δικαστὴς καὶ αὐτὸς ὁ ἐκκαλεσάμενος ὑπὲρ τῆς παραβάσεως πεντήκοντα λίτρας ἀργύρου παρεχέτω. [a․ 527?]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
