Codex Iustinianus 7.51.5
inscriptio [Αὐτοκράτωρ Ζήνων Α.]
C.7.51.5pr. Ἡ διάταξις κελεύει, ὥστε πάντα δικαστὴν ἐν τῇ ἀποφάσει αὐτοῦ κελεύειν τὸν ἡττηθέντα διδόναι τὰ δαπανήματα πάντα τὰ ἐν τῷ δικαστηρίῳ γενόμενα· ἔχοντος ἐξουσίαν αὐτοῦ τοῦ δικαστοῦ καὶ ὑπερβαίνειν τὴν δαπάνην ἕως τῆς δεκάτης μοίρας τῶν δαπανηθέντων, ἐὰν αὐτὸν ἡ ἀναισχυντία τοῦ ἡττηθέντος μέρους πρὸς τοῦτο παρακινήσῃ, ὥστε τὸ ὑπὲρ τὰ δαπανήματα τῷ δημοσίῳ λόγῳ διαφέρειν, εἰ μή τι ἄρα ὁ δικαστὴς τὴν τριβὴν τοῦ νενικηκότος μέρους βουληθεὶς θεραπεῦσαι μέρος τί ποτε ἐκ τούτων αὐτῷ ἀφορίσει.
C.7.51.5.1 Καταδικαζομένου μὴ μόνον τοῦ ἐνάγοντος καὶ τοῦ ἐναγομένου, ὅτε πρόσφορος ἑκατέρῳ ἐστὶν ὁ δικαστής, ἀλλὰ κἂν τοῦ ἐνάγοντος ἀπρόσφορός ἐστιν, ἡττηθῇ δὲ ἐξ ἀντεναγωγῆς, μὴ δυνάμενος ἐκεῖνον τὸν δικαστὴν παραιτήσασθαι, εἴτε ἄρχοντες εἴησαν δικασταὶ εἴτε θεῖοι διαιτηταί· ἔχουσι γὰρ καὶ οὗτοι ἐκβιβαστὰς καὶ ἐπείκτας.
C.7.51.5.2 Εἰ δὲ μὴ τοῦτο ποιήσει ὁ δικαστής, αὐτὸς τὴν ζημίαν ταύτην ἀναγκάζεται θεραπεῦσαι τῷ νενικηκότι μέρει.
C.7.51.5.3 Ἐὰν δέ τις ἐναγόμενος εὐγνωμόνως ἀποδώσει ἢ ἐνάγων ἀποστῇ τῆς δίκης ἢ καὶ ὁ δικαστὴς εὕρῃ αὐτὸν τῇ ἀληθείᾳ οὐχὶ συκοφάντην, ἀλλὰ ἐπὶ ἀμφιβόλῳ πράγματι δικαζόμενον, ὁ τοιοῦτος ἐκφεύγει τὴν τῶν δαπανημάτων καταδίκην.
C.7.51.5.4 Δῆλον δέ, ὅτι ἐπὶ τῶν χαμαιδικαστῶν ὁ ἄρχων ἐστὶν ὁ ὀφείλων αὐτοῖς ἀφορίσαι ταξεώτην τὸν ταῦτα μεθοδεύοντα.
subscriptio D․ VII k․ April․ post consulatum Longini[a․ 487]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
