Codex Iustinianus 6.4.4
inscriptio [Ὁ αὐτὸς βασιλεύς.]
C.6.4.4pr. Μέλλουσα διδόναι τύπον καινὸν ἐπὶ τοῖς πατρωνικοῖς δικαίοις ἡ διάταξις διηγεῖται πρότερον τὰ ἀπὸ τοῦ δυοκαιδεκαδέλτου καὶ ἀπὸ τοῦ πραίτωρος καὶ ἀπὸ τοῦ Παπίου νόμου κρατοῦντα τὸ παλαιὸν πατρωνικὰ δίκαια καὶ οὕτως ἄρχεται τῆς νομοθεσίας.
C.6.4.4.1 Καὶ πρῶτον μὲν ἐξαριθμεῖται τοὺς μὴ ὑποκειμένους πατρωνικοῖς δικαίοις․ ὅπερ συμβαίνει, ἡνίκα ὁ ἐλευθερῶν ἐν ζωῇ ἢ ἐν τελευταίᾳ βουλήσει εἴπῃ συγχωρεῖν τῷ ἀπελευθέρῳ τὸ πατρωνικὸν δίκαιον· τότε γὰρ πρόδηλον, ὡς οὔτε αὐτῷ τῷ πάτρωνι οὔτε τοῖς ἐκ τοῦ γένους αὐτοῦ, πολλῷ δὲ μᾶλλον οὐδὲ ἐξωτικοῖς αὐτοῦ κληρονόμοις ἀρμόζει κατ’ αὐτοῦ πατρωνικὸν δίκαιον․ καὶ ὅτε δὲ ὁ δεσπότης ὁρῶν τὸν οἰκέτην αὐτοῦ στρατευσάμενον ἢ ἀξίας ἐπιτυγχάνοντα μὴ ἀντιλέγει, οὐ μόνον ἐλεύθερος γίνεται διὰ τούτου ὁ οἰκέτης, ἀλλὰ καὶ ἀπήλλακται παντὸς πατρωνικοῦ δικαίου.
C.6.4.4.2 Εἰ δὲ καί τις τὴν ἑαυτοῦ θεράπαιναν προστήσει ἐπὶ τὸ πορνεύεσθαι, πάλιν καὶ αὐτὴ ἡ θεράπαινα ἐλευθεροῦται καὶ ἀποστερεῖται παντὸς πατρωνικοῦ δικαίου ὁ δεσπότης· ὥσπερ ὁ νοσοῦντα τὸν οἰκέτην περιορῶν καὶ μήτε αὐτὸς ἐπιμελόμενος αὐτοῦ μήτε εἰς ξενῶνα πέμπων αὐτὸν μήτε τὴν συνήθη χορηγῶν αὐτῷ σίτησιν παντὸς ἀποστερεῖται δικαίου κατὰ τῆς τούτου περιουσίας.
C.6.4.4.3 Εἰ δὲ καὶ προσπαθών τις θεραπαίνῃ αὑτοῦ καὶ μὴ ἔχων νόμιμον γαμετὴν παλλακὴν αὐτὴν σχοίη καὶ μείνῃ μέχρι τελευτῆς ἐπὶ τῆς αὐτῆς προαιρέσεως μηδὲν εἰπὼν περὶ τῆς τύχης αὐτῆς, οὐ μόνον ἐλευθέρα γίνεται καὶ αὐτὴ καὶ οἱ παῖδες, οὒς ἔτεκεν ἐκ τοῦ δεσπότου, ἀλλὰ καὶ εἰς εὐγένειαν ἀφαρπάζονται, κερδαίνοντες καὶ τὸ ἴδιον πεκούλιον· καὶ εἰκότως οὐδὲν πατρωνικὸν δίκαιον ἔχουσιν ἐπὶ αὐτοῖς οἱ τοῦ δεσπότου κληρονόμοι, εἴτε παῖδές εἰσιν εἴτε ἐξωτικοί.
C.6.4.4.4 Εἰ δὲ καί τις ὑπέρ τινος τὴν περὶ ἐλευθερίας δίκην ἀγωνισάμενος ἡττηθῇ τῷ δεσπότῃ καὶ τὸ τίμημα ὑπὲρ τῆς τοῦ δούλου διατιμήσεως καταβάλῃ, ἐλευθεροῦται μὲν ὁ οἰκέτης, ὑπὲρ οὗ τὸ τίμημα δέδοται τῷ δεσπότῃ, οὐκ ἔχει δὲ ἐπ’αὐτῷ πατρωνικὸν δίκαιον ὁ δεσπότης, ὥσπερ οὐδὲ ἐπὶ ἐκείνῳ τῷ κατὰ τοὺς παλαιοὺς νόμους ἰδίοις ἀργυρίοις ἀγορασθέντι· κατὰ τούτου γὰρ καὶ οἱ παλαιοὶ τὰ ἀπὸ τοῦ πραίτωρος πατρωνικὰ δίκαια ἠρνοῦντο τῷ ἐλευθερώσαντι.
C.6.4.4.5 Εἰ δὲ καὶ ἀργύρια ἀντὶ τῶν ὑπηρεσιῶν ἐπερωτήσει ὁ πάτρων τὸν ἀπελεύθερον ἢ τὴν ἀπελευθέραν ἢ ὁρκώσει αὐτοὺς μὴ γῆμαι μηδὲ παιδοποιήσασθαι, καὶ οὗτος πάντων ἐκπίπτει τῶν πατρωνικῶν, ἐπειδὴ καὶ τὸ παλαιὸν καὶ τῶν ἀπὸ τοῦ δυοκαιδεκαδέλτου καὶ τῶν ἀπὸ τοῦ πραίτωρος πατρωνικῶν δικαίων ἐξέπιπτεν.
C.6.4.4.6 Εἰ δὲ καὶ ἀναφωνήσαντος ἀπελευθέρου πρὸς εὐγένειαν συμπαιγνίᾳ χρησάμενος ὁ πάτρων συγχωρήσῃ αὐτὸν εὐγενῆ ἀποφανθῆναι, ἐλεγχομένης τῆς πρὸς τὸν ἀπελεύθερον συμπαιγνίας πάντων ἐκπίπτει τῶν πατρωνικῶν δικαίων καὶ οὗτος ὁ πάτρων.
C.6.4.4.7 Εἰ δὲ καὶ ὁ τιμηθεὶς fideicommissaρίᾳ ἐλευθερίᾳ, ἀγνωμόνως πειρασθεὶς τοῦ ὀφείλοντος ἐπιθεῖναι αὐτῷ τὴν ἐλευθερίαν, προσελθὼν τῷ ἄρχοντι τὴν ἀπουσίαν αὐτοῦ ἢ τὸ λανθάνειν αὐτὸν διελέγξει, καὶ ἁρπάζεται ἀπὸ δογμάτων συγκλήτου εἰς ἐλευθερίαν καὶ οὐδενὶ πατρωνικῷ δικαίῳ ὑπόκειται.
C.6.4.4.8 Εἰ δὲ καὶ υἱὸς πάτρωνος ἢ κεφαλικὴν κατηγορίαν κατὰ τοῦ πατρῴου ἀπελευθέρου ἐνστήσηται ἢ πρὸς δουλείαν ἑλκύσαι πειραθείη, ἀπαλλάττεται καὶ οὗτος ὁ ἀπελεύθερος παντὸς πατρωνικοῦ δικαίου, ἐπειδὴ καὶ τὸ παλαιὸν τῶν ἐκ τοῦ πραίτωρος πατρωνικῶν δικαίων ἀπηλλάττετο.
C.6.4.4.9 Τούτων τοίνυν ἁπάντων τοῦ πατρωνικοῦ δικαίου ἀτέλειαν ἐχόντων νομοθετεῖ λοιπὸν μετὰ τὴν τούτων ὑπεξαίρεσιν, ποῖα βούλ�τ�ι εἶναι πατρωνικὰ δίκαια κατὰ τῶν ἄλλων ἀπελευθέρων.
C.6.4.4.9A Καὶ εἰ μὲν ἐλάττονα τῶν ἑκατὸν νομισμάτων σχοίη περιουσίαν ἀπελεύθερος ἢ ἀπελευθέρα, οὐ περιεργάζεται ταύτην τὴν ποσότητα ἡ διάταξις, ἀλλὰ ἐπιτρέπει αὐτοῖς διατίθεσθαι, καθάπερ ἂν βουληθείησαν· ἀδιαθέτων δὲ καὶ ἀπαίδων τελευτώντων τῶν ἐχόντων τὴν ἐλάττονα τῶν ἑκατὸν νομισμάτων περιουσίαν δίδωσι τοῖς πάτρωσι τὴν ἐξ ἀδιαθέτου διαδοχήν.
C.6.4.4.10 Τῶν δὲ ὑπὲρ τοὺς ἑκατὸν χρυσίνους καταλιμπανόντων οὐσίαν εἰ μὲν εἴησαν παῖδες ἢ ἔγγονοι ἢ προέγγονοι ἢ ἀπέγγονοι, ἄρρενες ἢ θήλειαι, δι’ ἀρρένων ἢ διὰ θήλεων προσώπων κατιόντες ὁσοιδήποτε, εἴτε προελευθερωθέντες τῶν γονέων εἴτε συνελευθερωθέντες αὐτοῖς εἴτε καὶ μετ’ αὐτοὺς ἐλευθερωθέντες ἢ καὶ μετὰ τὴν ἐλευθερίαν τεχθέντες, αὐτοὺς καλεῖ πρὸς τὴν τῶν ἀπελευθέρων διαδοχήν, ἐπειδὴ καὶ τῇ φύσει δίκαιόν ἐστι τοὺς παῖδας τὰ τῶν γονέων διαδέχεσθαι.
C.6.4.4.10A Καὶ ὁ δυοκαιδεκάδελτος γὰρ ὑπεξουσίους εὑρὼν τοῦ ἀπελευθέρου παῖδας οὐδὲν παρεῖχε τοῖς πάτρωσιν․ ὁ μέντοι πραίτωρ καὶ ὑπεξουσίων καὶ αὐτεξουσίων ὑπόντων τῷ ἀπελευθέρῳ παίδων οὐκ ἐκάλει τὸν πάτρωνα πρὸς τὴν ἐναντίωσιν τῆς διαθήκης.
C.6.4.4.10B Τούτοις τοίνυν ἀκολουθήσασα καὶ ἡ προκειμένη διάταξις, ὅταν εὕρῃ παῖδας τοῦ ἀπελευθέρου ἢ τῆς ἀπελευθέρας, οὐδὲ ἓν δίκαιον τοῖς πάτρωσιν ἢ τοῖς παισὶν αὐτῶν ἐκ τῶν ἐξ ἀδιαθέτου δικαίων χαρίζεται, ἀλλὰ καλεῖ τοὺς τῶν ἀπελευθέρων παῖδας εἰς τὴν αὐτῶν διαδοχήν, εἰ καὶ ἐν δουλείᾳ τεχθέντες συνελευθερώθησαν.
C.6.4.4.11 Καὶ τὸ μεῖζον οὐ τότε μόνον αὐτοὺς καλεῖ, ὅτε μόνοι ὕπεισιν οἱ ἐν δουλείᾳ τεχθέντες καὶ τῷ πατρὶ ἢ καὶ τῇ μητρὶ συνελευθερωθέντες, ἀλλ’ εἰ καὶ ἑτέρους ἔχοι παῖδας ὁ ἀπελεύθερος ἢ ἡ ἀπελευθέρα μετὰ τὴν ἐλευθερίαν τεχθέντας ἢ ἐκ τῶν αὐτῶν γάμων ἢ ἐξ ἑτέρων, κοινῶς ἅπαντας καλεῖ.
C.6.4.4.11A Καὶ τὸ ἔτι τούτου παραδοξότερον καὶ αὐτοὺς τοὺς παῖδας εἰς τὴν ἀλλήλων κληρονομίαν καλεῖσθαι βούλεται ἡ διάταξις, χαρίζεται δὲ καὶ τῷ ἀπελευθέρῳ καὶ τῇ ἀπελευθέρᾳ τὴν τῶν ἰδίων παίδων διαδοχήν, ὥσπερ ἐπὶ τῶν εὐγενῶν οἱ πατέρες καὶ αἱ μητέρες καλοῦνται πρὸς τὴν τῶν παίδων κληρονομίαν, καὶ βούλεται ἐπὶ τούτων τῶν θεμάτων τὸ πατρωνικὸν δίκαιον ἀργεῖν, ὥστε καὶ ἀπελευθέρους καὶ ἀπελευθέρας ὑπὸ τῶν παίδων κληρονομεῖσθαι καὶ αὐτοὺς τοὺς παῖδας ὑπ’ ἀλλήλων καὶ ὑπὸ τῶν γονέων αὐτῶν, καὶ μηδαμοῦ χώραν εἶναι τῇ πατρωνικῇ διαδοχῇ τῶν τοιούτων προσώπων ὑπόντων.
C.6.4.4.12 Ταῦτα περὶ τῶν τελευτώντων ἐξ ἀδιαθέτου νομοθετήσασα μεταβαίνει καὶ πρὸς τοὺς διατιθεμένους ἀπελευθέρους καὶ παρακελεύεται, εἰ τοὺς ἰδίους παῖδας γράψοιεν κληρονόμους οἱ ἀπελεύθεροι ἢ αἱ ἀπελεύθεραι, πάντως ἀργεῖν τὴν πατρωνικὴν κλῆσιν.
C.6.4.4.13 Εἰ δὲ ἀποκληρονόμους ποιήσαιεν τοὺς παῖδας, εἰ μὲν ἀδίκως, ὥστε καὶ ἀνατραπῆναι τὴν διαθήκην διὰ τῆς μέμψεως (δίδωσι γὰρ καὶ ταύτην τοῖς οἱοισδήποτε τῶν ἀπελευθέρων παισὶν ἡ διάταξις), πάλιν ἀργεῖν βούλεται τὴν πατρωνικὴν διαδοχήν, ὡς ἀδιαθέτου τελευτῶντος τοῦ ἀπελευθέρου καὶ ὑπὸ τῶν παίδων ἐξ ἀδιαθέτου κληρονομουμένου.
C.6.4.4.14 Εἰ δὲ εὐλόγως τοὺς παῖδας ἀποκλήρους ἐποίησαν τοὺς ἰδίους οἱ ἀπελεύθεροι, καλείσθωσαν οἱ πάτρωνες, ὡς αὐτῶν μὴ ἐσχηκότων παῖδας.
C.6.4.4.14A Ἐπειδὴ δὲ δοκοῦσι συγγενεῖς εἶναι τῶν ἐλευθερουμένων οἱ ἐλευθεροῦντες αὐτούς, διὰ τοῦτο καὶ καλοῦνται ἐκ τῆς νομίμου διακατοχῆς, ὥσπερ ἐπὶ τῶν εὐγενῶν οἰ κατὰ βαθμὸν ἐγγύτεροι καλοῦνται, οὕτως καὶ ἐπὶ τῶν ἀπελευθέρων.
C.6.4.4.14B Ὅθεν εἰ μὲν παῖδας ἔχουσιν οἱ ἀπελεύθεροι καὶ κληρονομοῦσιν αὐτούς, ἀποκλείουσι τὸν πάτρωνα.
C.6.4.4.14C Εἰ δὲ μὴ ὄντων παίδων ἢ ἀποκληρονόμων γενομένων οἱ πάτρωνες ἔλθωσι, κατὰ βαθμὸν καλείσθωσαν εἰς τὴν οὐσίαν τῶν ἀπελευθέρων τῶν κεκτημένων οὐσίαν ὑπερβαίνουσαν τὴν ποσότητα τῶν ἑκατὸν νομισμάτων, ἵνα πρῶτοι αὐτοὶ οἱ πάτρωνες καὶ αἱ πατρώνισσαι καλῶνται, εἶτα μετ’ αὐτοὺς οἱ παῖδες αὐτῶν, καὶ ἐὰν μὴ ὕπεισι παῖδες αὐτῶν, οἱ ἔγγονοι αὐτῶν οἱ κατιόντες ἐξ ἀρρένων ἢ ἀπὸ θηλειῶν.
C.6.4.4.14D Τοῦτο γὰρ εἴρηται καὶ ἐπὶ τῶν εὐγενῶν, ὥστε κατὰ βαθμὸν καλεῖσθαι πάντας τοὺς συγγενεῖς πρὸς τὴν κληρονομίαν, καὶ τῶν πρώτων ἀτονούντων τότε τοὺς μετὰ ταῦτα ἔρχεσθαι καὶ κληρονομεῖν.
C.6.4.4.14E Εἰ δὲ μηδένας ἔχει κατιόντας ὁ πάτρων ἤτοι ἡ πατρώνισσα, τότε καὶ τοὺς ἐκ πλαγίου αὐτῶν καλοῦμεν κατὰ βαθμόν, ἵνα οἱ ἐγγύτεροι συγγενεῖς προτιμῶνται τῶν ὄντων ἐν μακροτέρῳ βαθμῷ.
C.6.4.4.14F Ἕως δὲ πέμπτου βαθμοῦ οἱ ἐκ πλαγίου συγγενεῖς τοῦ πάτρωνος καὶ οἱ κατιόντες αὐτοῦ κληρονομείτωσαν τὸν ἀπελεύθερον.
C.6.4.4.15 Ταῦτα μὲν πάντα εἴρηται, ἐὰν οἱ ἀπελεύθεροι παῖδας ἔχωσιν․ ἐὰν δὲ παντελῶς οὐκ ἔχωσι παῖδας, ἀλλὰ ποιήσωσι διαθήκην καὶ γράψωσιν ἐξωτικοὺς κληρονόμους, οὐδὲ κατὰ τὸν δυοκαιδεκάδελτον λέγομεν, ἐπειδὴ γέγονε διαθήκη, τοὺς πάτρωνας ἀποκλείεσθαι παντελῶς, οὐδὲ κατὰ τὸν Πάπιον δεχόμεθα αὐτούς, ἵνα καὶ ἑνὸς παιδὸς γραφέντος κληρονόμου τὸ ἥμισυ λάβωσιν ἢ δύο παίδων γραφέντων κληρονόμων τὸ τρίτον λάβωσιν, ἀλλὰ καλοῦμεν αὐτούς, ἵνα μόνον τὸ τρίτον τῆς τοῦ ἀπελευθέρου κληρονομίας δυνηθῶσι λαβεῖν, οὐ πάντες οἱ καλούμενοι πρὸς τὴν πατρωνικὴν κληρονομίαν, ἀλλὰ πάτρων καὶ πατρώνισσα καὶ παῖδες αὐτῶν καὶ ἔγγονοι καὶ ἀπέγγονοι, τουτέστιν οἱ ἕως πέμπτου βαθμοῦ κατιόντες τῶν πατρώνων καὶ μόνοι.
C.6.4.4.15A Οἱ οὖν περαιτέρω αὐτῶν κατιόντες ἢ ἐκ πλαγίου οὐκ ἔχουσι τὴν ἐναντίωσιν τῆς διαθήκης ἐξωτικῶν γραφομένων κληρονόμων ἐπὶ τὸ λαβεῖν τὸ τρίτον τῆς οὐσίας.
C.6.4.4.16 Ὥσπερ γὰρ ἐπὶ τῶν εὐγενῶν τριούγκιον ἐν τοῖς χρόνοις τούτου τοῦ κώδικος ὡρισμένον ἦν τοῖς δυναμένοις κινῆσαι τὴν κατὰ τῆς διαθήκης μέμψιν, οὕτως, ἐὰν ἀπελεύθερος τελευτήσῃ τετραούγκιον καθαρὸν καὶ ἀπηλλαγμένον ληγάτων καὶ fideicommissων τῷ πάτρωνι καταλείψας, ἀποκλείει αὐτόν.
C.6.4.4.16A Κἂν γὰρ παισὶν ἰδίοις κατέλειψεν ὁ ἀπελεύθερος ἀπὸ τοῦ πάτρωνος λήγατον, οὐκ ἔχει καθαρὸν τὸ τρίτον․ ὥσπερ γὰρ ἐπὶ τῆς μέμψεως ζητοῦμεν, ἵνα καθαρόν ἐστι πάντων τῶν ληγάτων τὸ τριούγκιον, οὕτως καὶ ἐνταῦθα ἀπαιτοῦμεν, ἵνα καθαρόν ἐστι πάντων τῶν ληγάτων τὸ πατρωνικὸν τετραούγκιον.
C.6.4.4.16B Ἐλευθερίαις δὲ ὑπόκειται καὶ τὸ τετραούγκιον τοῦ πάτρωνος․ τὸ γὰρ παλαιὸν παῖδες μὲν κινοῦντες τὴν κατὰ τῆς διαθήκης μέμψιν ἐδίδουν τὰς ἐλευθερίας, πάτρωνες δὲ κινοῦντες εἰς ἥμισυ τὴν ἐναντίωσιν τῆς διαθήκης κατὰ τῆς τοῦ ἀπελευθέρου διαθήκης οὐκ ἐπεγίνωσκον τὰς ἐλευθερίας.
C.6.4.4.16C Πάντα δὲ τὰ λήγατα, ὧν ὁ πάτρων ἀπήλλακται, διδότωσαν οἱ κληρονόμοι τοῦ ἀπελευθέρου, δηλονότι πρότερον παρακατέχοντες ἑαυτοῖς ἐκ τῆς οὐσίας τὸν Φαλκίδιον τῶν περιλιμπανομένων αὐτοῖς ὀκταουγκίων, ἵνα μηκέτι τριούγκιον, ἀλλὰ μόνον διούγκιον παρακατάσχωσιν.
C.6.4.4.17 Εἴτε οὖν ὁ πάτρων παντελῶς μηδὲν ἔχει, λαμβάνει τὸ τετραούγκιον, εἴτε ἐγράφη κληρονόμος εἰς ἧττον τοῦ τετραουγκίου, ἀναπληροῦται καθαρὸν τὸ τετραούγκιον πάσης αἱρέσεως καὶ πάσης ὑπερθέσεως ἀπηλλαγμένον, τουτέστιν ἵνα, κἂν γράψῃ αὐτὸν ὁ ἀπελεύθερος κληρονόμον ὑπὸ αἵρεσιν, περιέλωμεν τὴν μνήμην τῆς αἱρέσεως.
C.6.4.4.17A Εἰ δὲ καὶ ἡ αἵρεσις τῶν πάντως ἐξερχομένων ἐστίν, ὑπέρθεσιν δὲ ἔχει, τυχὸν ἐὰν φθάσῃ ὁ τῶν καλανδῶν καιρός, καὶ ταύτην τὴν αἵρεσιν περιαιροῦμεν, φυλάττοντες αὐτοῖς τὸ τετραούγκιον, εἴτε εἷς ἐστὶν εἴτε πλείονες.
C.6.4.4.18 Εἰ δὲ γραφῶσι κληρονόμοι ὑπὲρ τὸ τετραούγκιον καὶ βαρηθῶσι ληγάτοις, ἐὰν αὐτοὶ μόνοι ὦσι κληρονόμοι, παράσχωσι τὰ ληγάτα καὶ τὰ fideicommissa, δηλονότι μὴ βλαπτομένου τοῦ τετραουγκίου αὐτῶν· ὁ γὰρ Φαλκίδιος ἐπὶ αὐτοῦ τετραουγκίου ἐστίν.
C.6.4.4.18A Ἐὰν δὲ μὴ εἰς ὁλόκληρον, εἰς πλέον μέντοι τοῦ τετραουγκίου, τυχὸν εἰς ἓξ ἢ εἰς ὀκτὼ οὐγκίας ἐγράφησαν κληρονόμοι καὶ ἐβαρήθησαν ληγάτοις, τότε τὸ περισσὸν ὑπὲρ τὸ τετραούγκιον διδότωσαν τοῖς ληγαταρίοις καὶ fideicommissaρίοις, τὸ δὲ λοιπὸν παρεχέτωσαν οἱ κληρονόμοι, φυλάττοντες ἑαυτοῖς ἐκ τῆς ἰδίας ἐνστάσεως τὸν Φαλκίδιον.
C.6.4.4.19 Ὅσοι δὲ ἂν εἴησαν πάτρωνες, κἂν ἐξ ἀνίσων μερῶν ἦσαν δεσπόται τοῦ οἰκέτου, μεθ’ ὃ γένωνται πάτρωνες, ἐξ ἴσου κληρονομοῦσιν.
C.6.4.4.19A Ἐὰν δὲ τελευτήσωσιν οἱ πάτρωνες, καὶ ὁ μὲν ἔχει παῖδας, ὁ δὲ ἐγγόνους, οἱ ἐγγύτεροι περὶ τὸν βαθμόν, τουτέστιν οἱ παῖδες τοῦ ἑνὸς πάτρωνος, ἀποκλείσουσι τοὺς ἐγγόνους τοῦ ἄλλου πάτρωνος.
C.6.4.4.19B Καὶ γινέσθω ἡ κλῆσις οὐχὶ κατὰ σειράν, ἀλλὰ προσωπικῶς, τουτέστιν ἵνα πρὸς τὸν ἀριθμὸν τῶν παίδων τοῦ πάτρωνος τὸ μέρος διαιρῆται․ καὶ τυχὸν ἐὰν δύο πάτρωνες τελευτήσωσιν ἐπὶ παισίν, ὁ μὲν ἐπὶ δύο, ὁ δὲ ἐπὶ τέτρασι, εἰς ἕξ μέρη γίνεται ἡ κληρονομία, οὐκέτι εἰς δύο, ἐπειδὴ καὶ δύο πατρώνων παῖδές εἰσιν.
C.6.4.4.19C Ἐὰν δὲ εἷς τῶν δύο πατρώνων τὸ μέρος τὸ ἴδιον παραιτήσηται, τότε τὸ μέρος αὐτοῦ οἱ λοιποὶ πάτρωνες λαμβανέτωσαν.
C.6.4.4.20 Εἰ δὲ καὶ ὁ προλαμβάνων βαθμὸς παραιτήσηται, τότε πάλιν ὁ μετὰ ταῦτα βαθμὸς καλείσθω· δεχόμεθα γὰρ τὰς κατὰ συγγένειαν διαδοχὰς ἐπὶ τῶν ἀπελευθέρων, τουτέστιν ἵνα τοῦ πρώτου παραιτουμένου ὁ μετὰ ταῦτα βαθμὸς ὑπεισέρχηται.
C.6.4.4.20A Τοῦτο γὰρ καὶ ἐπὶ τῶν εὐγενῶν κρατεῖ, ἐπειδὴ καὶ τὸ παλαιόν, ὅτε ἐπὶ κληρονομίας οὐκ ἦν ὑπεισέλευσις τῶν μετὰ ταῦτα, ἐπὶ τῆς ἐπιτροπῆς ἐφυλάττετο, καὶ τοῦ πρώτου τυχὸν καλουμένου ἐξκουσατεύοντος ἑαυτὸν ὁ μετὰ ταῦτα ἐκαλεῖτο.
C.6.4.4.21 Καλείσθωσαν δὲ μὴ μόνον οἱ ἐν φύσει κατιόντες τῶν πατρώνων, ἀλλὰ καὶ οἱ κυοφορούμενοι αὐτῶν καὶ οἱ εἰς θέσιν παρ’ αὐτῶν δεδομένοι․ ἡ οὖν παλαιὰ ὑπόκρισις καὶ παρατὴρησις, ὅτε ἐπλαττόμεθα τὴν θυγατέρα τοῦ πάτρωνος υἱὸν πάτρωνος εἶναι, ἀνῃρείσθω· σήμερον γὰρ καὶ αὕτη καλεῖται πρὸς τὴν κληρονομίαν.
C.6.4.4.21A Καὶ καλείσθωσαν μὴ μόνον διακατοχὴν αἰτοῦντες, ἀλλὰ καὶ ὡς νόμιμοι κληρονομοῦντες, καὶ κληρονόμοι δὲ γραφόμενοι ὡμολογημένως ἐχέτωσαν τὴν ἐκ τῆς διαθήκης βοήθειαν· αἱ δὲ λοιπαὶ πατρωνικαὶ διακατοχαὶ ἡσυχαζέτωσαν.
C.6.4.4.22 Ἐὰν δὲ θετοὺς παῖδας ἔχωσιν οἱ ἐλευθερωθέντες ἢ οἱ πάτρωνες, τούτους, εἰ καὶ ὑπεξουσίους ἔχωσιν, οὐ δεχόμεθα ἐν τάξει υἱῶν, ἀλλὰ ἐν τάξει ἐξωτικῶν․ εἰ δὲ καὶ τελευτήσωσιν οἱ πάτρωνες ἐπὶ ἐξωτικοῖς κληρονόμοις, οὐ καλοῦνται πρὸς τὴν τοῦ ἀπελευθέρου κληρονομίαν· συγγενικῷ γὰρ δικαίῳ κληρονομοῦνται οἱ ἀπελεύθεροι.
C.6.4.4.23 Ἐπειδὴ δὲ ἡ παλαιὰ διακατοχὴ ἥρμοζε καὶ ὅτε ἐτελεύτησεν υἱὸς ἀπελευθέρου γεννηθεὶς μετὰ τὴν ἐλευθερίαν διαθήκης καὶ συγγενείας χωρίς, καὶ ἐκάλει τὸν ἐλευθερώσαντα τὸν πατέρα καὶ τοὺς ἐξ ἀρρενογονίας αὐτοῦ συγγενεῖς, εἴτε ἔμειναν συγγενεῖς εἴτε ἔπαθον καταστάσεως ἐναλλαγήν, ἐκέλευσε δέ, ἵνα, ἐὰν ὁ πάτρων τούτου τοῦ ἀπελευθέρου καὶ αὐτὸς ἀπελεύθερος ἦν ἑτέρου τινός, καὶ ὁ τοῦ πάτρωνος πάτρων καὶ ἡ συγγένεια αὐτοῦ καλῆται, κελεύει ἡ διάταξις, ἵνα, ἐὰν μετὰ τὴν ἐλευθερίαν γεννηθέντες τοῦ ἀπελευθέρου παῖδες τελευτήσωσιν ἀδιάθετοι καὶ μηδένα παντελῶς ἔχοντες συγγενῆ, καλῶνται ὁ πάτρων καὶ ἡ πατρώνισσα μόνοι․ ἔστιν οὖν τοῦτο τὸ δίκαιον ἐπὶ μόνων υἱῶν τοῦ ἀπελευθέρου ἢ θυγατέρων, πάτρωνος ἢ πατρωνίσσης περιόντων, ἵνα δόξωσι μηκέτι κληρονομεῖν ἀπελεύθερον, (πῶς γάρ ἐστιν ἀπελεύθερος ὁ τεχθεὶς μετὰ τὴν ἐλευθερίαν;) ἀλλ’ ἔχειν τὸ κέρδος ἀπὸ τούτου τοῦ νόμου..․ χωρὶς συγγενείας ἁπάσης τελευτώντων μόνους τὸν πάτρωνα καὶ τὴν πατρώνισσαν τούς τε αὐτῶν υἱοὺς καὶ θυγατέρας καλεῖσθαι, καὶ μέχρι τούτου ταύτην ἵστασθαι τὴν διαδοχήν, οὐκ ἀπελευθερικῆς τῆς κλήσεως αὐτοῖς, ἀλλ’ ἐκ τῆς παρούσης ἡμῶν διατάξεως διδομένης.
C.6.4.4.24 Κἀκεῖνο δὲ τῷ νόμῳ προσθεῖναι καλόν τε καὶ ἀναγκαῖον ᾠήθημεν, ὡς, εἰ συμβαίη τοὺς ἐλευθερωτὰς ἀπὸ κληρονόμων ποιήσασθαι τοὺς ἑαυτῶν παῖδας καὶ μηδὲν αὐτοῖς τῆς ἑαυτῶν περιουσίας καταλιπεῖν, μὴ δυνηθῆναι δὲ αὐτοὺς μάτην ὑβρισμένους ἀποδεῖξαι μηδὲ τούτους ἕξειν κατὰ τῶν διαθηκῶν τῶν ἀπελευθέρων πατρωνικὰ δίκαια․ ἀδιαθέτων μέντοι καὶ ἀπαίδων τελευτώντων τῶν ἀπελευθέρων κἀκείνους, ἴσως μὲν οὐκ ἀξίως, διὰ φιλανθρωπίαν δὲ ὅμως καλοῦμεν, καὶ μάλιστα ἐπεὶ παρὰ πάντα τὸν ἡμέτερον νόμον πρὸς τὴν φύσιν ἡρμόσαμεν.
C.6.4.4.25 Σώζεσθαί γε μὴν καὶ τῷ τὸν ὑπεξούσιον ἢ τὴν ὑπεξουσίαν ἔχοντι καὶ τοῦτον ἢ ταύτην ἠλευθερωκότι τὸ πατρωνικὸν δίκαιον, ὅπερ καὶ πρόσθεν εἶχεν, θεσπίζομεν, ὅπως, εἰ ἀδιάθετος καὶ ἄπαις ὁ ἐλευθερωθεὶς τελευτήσειεν ἢ γράψας ἐξωτικοὺς κληρονόμους, ἢ εἰς τὸ πᾶν ἐξ ἀδιαθέτου ἢ πρὸς τὸ τετραούγκιον κατὰ τῆς διαθήκης ὁ ἐλευθερώσας κληθείη, ὡσανεὶ δοκούσης contracta fiducia τῆς emancipationis γεγενῆσθαι.
C.6.4.4.26 Ταῦτα μέντοι κρατεῖν ἐπὶ τῶν τὴν ἐλευθερίαν ἐπιθέντων θεσπίζομεν, οὓς δὴ καὶ μόνους χρῆσθαι τῇ τοῦ πάτρωνος προσηγορίᾳ συγχωροῦμεν․ τοὺς γὰρ δὴ κατά τινα περίνοιαν νομισθέντας ἐν τοῖς παλαιοῖς βιβλίοις πάτρωνας εἶναι, καίτοι γε οὐκ ἐλευθερώσαντας, ὁποῖον δὴ τὸν ἐλέγξαντα τὴν συμπαιγνίαν τοῦ ἀπελευθέρου, τὸν οὐκ ὄντα μετά τε ἀληθείας πάτρωνα, ἐξ ὧν δὲ ὤμοσεν ψευδῶς, πειρώμενον ἑαυτῷ πατρωνικα περιτιθέναι δίκαια, εἰ καί τις ὅλως ἕτερος τοιοῦτος ἐν τοῖς βιβλίοις ἐστίν, τοῦτον παντελῶς παντὸς κέρδους ἐκ πατρωνικοῦ δικαίου χωρίζομεν, μόνην αὐτῷ τὴν ῥεβερεντίαν φυλάττεσθαι παρὰ τῶν τοιούτων δῆθεν ἀπελευθέρων συγχωροῦντες, ἐκείνους εἶναι μόνους πάτρωνας ταῖς ἀληθείαις κρίνοντες, ὅσοι ταῖς ἀληθείαις τὴν ἐλευθερίαν ἐπιτιθέασιν.
C.6.4.4.27 Τὰ αὐτὰ δὲ δίκαια δίδομεν καὶ τοῖς κατιοῦσιν καὶ τῇ λοιπῇ φαμιλίᾳ τῶν ἐν διαθήκαις ἢ τελευταίαις ὅλως βουλήσεσιν ἐλευθερωσάντων τινὰς κατὰ τῶν καλουμένων ὀρκίνων ἀπελευθέρων, ὡσανεὶ παρ’ αὐτῶν τούτων ἐλευθερωμένων.
subscriptio PP․ k․ Dec․ Constantinopoli post consulatum Lampadii et Orestis vv․ cc.[a․ 531]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
