Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 5.4.ult

DE NUPTIIS

inscriptio [Ὁ αὐτὸς βασιλεύς.] ..․ Πάσης․ ..․

C.5.4.29pr. [Μ]ηδεὶς τὴν μὴ βουλομένην ἑλκέτω εἰς σκηνὴν μηδὲ τὴν ἑκουσίως κατελθοῦσαν κωλυέτω ὕστερον βουλομένην ἡσυχάσαι μηδὲ προτροπὴν διδότω καὶ λαμβανέτω αὐτῶν ἐγγύας περὶ τοῦ μηκέτι ἀφίστασθαι τῆς σκηνῆς.

C.5.4.29.1 Πᾶς οὖν ἐν οἱᾳδήποτε τάξει ὢν βίου ἢ οἱανδήποτε ἀρχὴν ἄρχων εἰ τοῦτο ποιήσειεν, ἐξέστω τῇ γυναικὶ καὶ τῷ ἄρχοντι προσιέναι, εἰ μὴ αὐτός ἐστιν ὁ βιαζόμενος, καὶ τῷ ἐπισκόπῳ, ἵνα ἐκεῖνοι ἀποστήσωσι τὸν τὴν γυναῖκα βιαζόμενον, εἰδότα ὡς, ἐὰν ἀντιστῇ, τῆς πόλεως ἐκβάλλεται καὶ δημεύεται․ ταῦτα μέν, εἴ τις ἑλκύσειέ τινα πρὸς τὴν σκηνήν.

C.5.4.29.2 Εἰ δὲ τὴν ἑκουσίως κατελθοῦσαν κωλύει πάλιν ἀποστῆναι,καὶ ἡ τῶν ἐγγυῶν δόσις λυέσθω καί, εἴ τι ἀπῃτήθησαν δοῦναι οἱ ἐγγυηταί, διπλᾶ λαμβανέτωσαν.

C.5.4.29.3 Ὁμοίως δέ, [εἰ] καὶ αὐταὶ αἱ γυναῖκες ἀπῃτήθησάν τι παρασχεῖν, εἰς διπλάσιον ἀπολαμβανέτωσαν, τοῦ ἄρχοντος καὶ τοῦ ἐπισκόπου ταῦτα ἐκβιβαζόντων.

C.5.4.29.4 Καὶ αὐτὸ τὴν ἀρχὴν μηδὲ ἐγγύας ἐξέστω ἀπαιτεῖσθαι τὰς εἰς σκηνὴν κατελθούσας περὶ τοῦ μηκέτι ἀφίστασθαι.

C.5.4.29.5 Ἐξουσίαν ἔχοντος τοῦ ἐπισκόπου, ἐὰν ὁ τῆς ἐπαρχίας ἄρχων ἐστὶν ὁ βιαζόμενος, ἐναντιοῦσθαι αὐτῷ καὶ ἀζημίους φυλάττειν τοὺς ἐγγυητάς· εἰ δὲ μὴ ἐνδίδωσιν ὁ ἂρχων, ἐξέστω τῷ ἐπισκόπῳ μηνύειν, ὥστε τὸν ἄρχοντα ἀποστῆναι τῆς ἀρχῆς καὶ δημευθῆναι καὶ διηνεκῶς ἐξορισθῆναι.

C.5.4.29.6 Ἐξουσίας οὔσης ταῖς τοιαύταις γυναιξὶ καὶ προσομιλεῖν γάμοις καὶ ἄνευ θείας ἀντιγραφῆς.

C.5.4.29.7 Ἀλλὰ τ[αύτην τὴν] διάταξιν κρατεῖν τοῖς ἰδίοις χρόνοις, κωλ[υομένων] πάντων τῶν ἐξ ἀρχῆς κωλυομένων γάμ[ων], πλὴν τούτου τοῦ νῦν ἐπινοηθέντος τοῦ ποτε μὲν δεομένου θείας ἀντιγραφῆς, νῦν δὲ οὐκέτι.

C.5.4.29.8 Ταῦτα πάντα νομοθετήσασα ἡ διάταξις ἐπιφέρει τότε κρατεῖν, ἡνίκα μείνωσι σωφρονοῦσαι· εἰ γὰρ μετὰ τὸ γῆμαι πάλιν βουληθῶσι γενέσθαι σκηνικαί, οὐ μόνον τῆς εὐγενείας ἧς εἶχον ἐκπίπτουσιν, ἀλλ’ οὐδὲ μετέχουσιν οὐδεμιᾶς βοηθείας οὔτε ἐκ ταύτης οὔτε ἐκ τῆς Ἰουστίνου τοῦ τῆς θείας λήξεως διατάξεως· ὑπόκεινται γὰρ στούπρου ἐγκλήματι.

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑