Codex Iustinianus 5.1.ult
C.5.1.6pr. Ἡ διάταξις βούλεται τὸν προξενοῦντα γάμον μάλιστα μὲν μηδὲν λαμβάνειν․ εἰ δὲ ὅλως ἀνέχεται λαβεῖν, εἰ μὲν μηδὲν συνεφώνησε περὶ τούτου, μηδὲν ὅλως λαμβάνειν· εἰ δὲ συνεφώνησε, μὴ ὑπὲρ τὴν εἰκοστὴν μοῖραν τῆς προικὸς καὶ τῆς προγαμιαίας δωρεᾶς ἐπιζητεῖν, ἐὰν ἡ προῖξ ἄχρι διακοσίων λιτρῶν ἐστι χρυσίου· ἔλαττον δὲ εἰ βούλεται λαβεῖν, ἐπιτρέπει αὐτῷ.
C.5.1.6.1 Εἰ δὲ καὶ ὁσησδήποτε ποσότητός ἐστιν ἡ προῖξ, περαιτέρω τῶν δέκα λιτρῶν τοῦ χρυσίου οὐκ ἐπιτρέπει τῷ προξενητῇ λαμβάνειν, οὐδὲ εἰ τελεία ἐστὶν ἡ προῖξ ἢ ἡ πρὸ γάμου δωρεά.
C.5.1.6.1 Εἰ δὲ παρὰ ταῦτα τις συμφωνήσει, μὴ ἀπαιτεῖσθαι , ἀλλὰ καὶ τὸ καταβληθὲν ἀναδιδόσθω, εἴτε χρήματα ἔλαβεν εἴτε πράγματα ἢ ἀνεδόθη αὐτῷ ὁμολογία χρέους ἢ ὅλως ἔλαβέ τι κινητὸν ἢ ἀκίνητον ἢ αὐτοκίνητον, κινουμένων τῶν ἀγωγῶν οὐ μόνον κατὰ τοῦ λαβόντος, ἀλλὰ καὶ κατὰ τῶν αὐτοῦ κληρονόμων, καὶ οὐ μόνον παρὰ τοῦ δεδωκότος, ἀλλὰ καὶ παρὰ τῶν αὐτοῦ κληρονόμων· ὡρισμένου δέκα χρυσίου λιτρῶν ἐπιτιμίου τοῖς παρὰ ταῦτα πράττειν ἐπιχειροῦσιν.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
