Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 4.66.ult

DE EMPHYTEUTICO IURE

inscriptio [Ὁ αὐτὸς βασιλεύς (Ἰουστινιανὸς)]

C.4.66.4pr. Ἐὰν ἐπὶ τρεῖς ἐνιαυτοὺς ὁ μὲν ἐμφυτευτὴς προσφέρῃ τῷ δεσπότῃ τὸν τῆς ἐμφυτεύσεως κανόνα, ὁ δὲ δεσπότης ἀναβάλληται δέξασθαι αὐτὸν ἢ ἐν τῇ βασιλίδι πόλει διάγων ἢ ἐν ἐπαρχίαις, ἐξεῖναι τῷ ἐμφυτευτῇ προσάγειν αὐτῷ τὸ ἐμφύτευμα καὶ μελλούσης περαιοῦσθαι τῆς τριετίας, εἰ μὴ ἀνάσχοιτο λαβεῖν, σφραγίζειν αὐτὸ καὶ ἐπιμαρτύρεσθαι περὶ τούτου ἢ τὸν ἐνδοξότατον ἔπαρχον τῆς πόλεως ἢ τοὺς ἐνδοξοτάτους ἐπάρχους τῶν ἱερῶν πραιτωρίων ἢ τὸν πρόσφορον ἄρχοντα, ᾧτινι ὑπόκειται ὁ τοῦ χωρίου δεσπότης· ἐν δὲ ταῖς ἐπαρχίαις ἢ παρὰ τῷ ἄρχοντι ἢ ἐν ἀπουσίᾳ τοῦ ἄρχοντος παρὰ τῷ ἐκδίκῳ τῶν τόπων ἢ παρὰ τῷ ἐπισκόπῳ τῆς πόλεως, καθ’ ἣν ὁ δεσπότης τοῦ κτήματος διάγει, πράττειν περὶ τούτου, ὥστε καὶ τὴν ἐξ ἑνὸς τῶν εἰρημένων προσώπων προστεθῆναι τῷ ράγματι μαρτυρίαν.

C.4.66.4.1 Καὶ εἰ μηδὲ οὕτως ἕλοιτο λαβεῖν προσαγόμενον τὸ ἐμφύτευμα ὁ δεσπότης, κερδαινέτω μὲν αὐτὸ ὁ ἐμφυτευτής, μηδεμίαν ἀγωγὴν ἔχοντος εἰς ἀπαίτησιν αὐτοῦ τοῦ δεσπότου․

C.4.66.4.2 Μήτε δὲ ἡ ἐμφύτευσις λυέσθω παρατρεχούσης τῆς τριετίας μήτε τῶν ἐφεξῆς ἐνιαυτῶν ἀπαιτείτω τὸν εἰωθότα κανόνα ὁ δεσπότης, ἕως ἂν αὐτὸς ἄνωθεν ὀχλήσας τῷ ἐμφυτευτῇ καὶ διαμαρτυρίαν αὐτῷ στείλας ἄρξηται αἰτεῖν τὸν ἐμφυτευτικὸν κανόνα· τότε γὰρ οὐ μὴν τοῦ προλαβόντος χρόνου παντὸς ἀπαιτείτω τὸν κανόνα ὁ δεσπότης, ὡς αὐτὸς αἴτιος τοῦ μὴ λαβεῖν αὐτὸν γεγονώς, τοῦ δὲ τρέχοντος χρόνου μετὰ τὴν διαμαρτυρίαν αὐτοῦ ἀπαιτείτω τὸ ἐμφύτευμα.

C.4.66.4.3 Ἐὰν δὲ ἐπὶ τριετίαν μετὰ τὴν διαμαρτυρίαν τοῦ δεσπότου μὴ καταβάλῃ ὁ ἐμφυτευτὴς εὐγνωμόνως τὸν κανόνα, ἀκολούθως ἐξωθείτω αὐτὸν ὁ δεσπότης τῆς ἐμφυτεύσεως κατὰ τὴν δευτέραν τούτου τοῦ τίτλου διάταξιν. [a․ 531-534]

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑