Codex Iustinianus 4.59.1.pr
inscriptio [Αὐτοκράτωρ Λέων Α.]
C.4.59.1pr. ..․ πωλίοις ἐν οἰῳδήποτε τόπῳ ἢ πόλει οὖσιν μηδεμιᾶς ὕλης ἢ πράγματος κεχρήσθω, μηδ’ἂν θεῖον πορίσηται τύπον, ὑπεξῃρημένων τῶν ἁλῶν, μήτε δεήσεις ὑπαγορευέτω ἢ ἐπιδοῦναι τολμάτω.
C.4.59.1.1 Ὅπως γὰρ πανταχόθεν βέβαια μένοι τὰ καλῶς οὕτως καὶ εὐσεβῶς βεβουλευμένα καὶ νομοθετηθέντα, οὐδὲ τὸν κατὰ καιρὸν μεγαλοπρεπέστατον κυαίστορα ἢ τοὺς ἄλλους ἐνδοξοτάτους ἄρχοντας τοῦ θείου παλατίου ἢ τοὺς περιβλέπτους ἀντιγραφέας ἢ τὸν περίβλεπτον σεκουνδοκήριον ἢ τερτιοκήριον τῶν λαμπροτάτων τριβούνων ἢ τοὺς κατὰ καιρὸν περιβλέπτους ῥεφερενδαρίους ἀπειράτους βασιλικῆς κινήσεως καταλείψομεν, εἰ τοῦ λοιποῦ τοιαύτας τινὰς προσδέξωνται δεήσεις ἢ τοιούτῳ τινὶ σπουδὴν συνεισενέγκοιεν ἢ υπαγορεύοντες ἢ ὑποσημαινόμενοι ἢ σουγγεστίοσιν κεχρημένοι ἢ ἄλλην τινὰ ῥοπὴν ἢ χρείαν συνεισφέροντες.
C.4.59.1.2 Οἱ δὲ τούτοις προσεδρεύοντες, εἴτε μεμοριάλιοι εἴτε παλατῖνοι εἴτε ἄλλης στρατείας εἶεν, οἱῳδήποτε τρόπῳ τοιοῦτο γράφοντες ἢ διδάσκοντες ἢ ἄλλως γίνεσθαι σπουδάζοντες ἀφαίρεσιν ζώνης καὶ οὐσίας δυστυχήσουσιν.
C.4.59.1.3 Ταῦτα τοίνυν εἰδὼς ἕκαστος τῶν ὑπηκόων ἐκ ταύτης ἡμῶν τῆς νομοθεσίας τὴν παρρησίαν ἔχων ἐπ’ ἀδείας κεχρήσθω τοῖς περὶ τούτων συναλλάγμασιν, ὧν οὐκέτι κώλυσίς ἐστιν.
subscriptio PP․ III id․ Febr․ Leone A․ V cons.[a․ 473]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
