Codex Iustinianus 4.35.ult
inscriptio [Ὁ αὐτὸς βασιλεύς (Ἰουστινιανὸς)]
C.4.35.24 Ἡ παροῦσα διάταξις μέμνηται μὲν τῆς Ἀναστασίου τοῦ τῆς θείας λήξεως διατάξεως τῆς γενομένης περὶ τῶν ἐκχωρήσεων, ἥτις βούλεται τὸν χρήματα δεδωκότα καὶ ἀγωγὰς ἐκχωρηθῆναι μηδὲν πλέον ἀπαιτεῖν ἐκ τῶν ἐκχωρηθεισῶν ἀγωγῶν, εἰ μὴ μόνον ἅπερ δέδωκεν ὑπὲρ αὐτῶν·εὑροῦσα δὲ ἐν ἐκείνῃ τῇ διατάξει πρόσωπά τινα ὑπεξῃρημένα κελεύει καὶ ἐπὶ τούτων τῶν προσώπων τὸ αὐτὸ νόμιμον κρατεῖν καὶ μηκέτι φυλάττεσθαι τὴν ἐν ἐκείνῃ τῇ διατάξει γενομένην ὑπεξαίρεσιν, ἀλλὰ τὸν δεδωκότα χρήματα μόνον αὐτὰ λαμβάνειν μετὰ τῶν τόκων καὶ πλέον οὐδέν․ εἰ δὲ δωρεά τις καθαρὰ γένοιτο ἀγωγῶν, τὴν ἐπὶ ταῖς δωρεαῖς ἐκχώρησιν ἰσχύειν βούλεται, εἰ μὴ ἄρα κατὰ περιγραφὴν ἐγένετο. [a․ 531-534]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
