Codex Iustinianus 4.20.15
C.4.20.15pr. Ἡ διάταξις ἀκολούθως τῇ πρὸ αὐτῆς ἐπιτρέπει τοῖς διαιτηταῖς ἐξουσίαν ἔχειν τοὺς τὰ ψευδῆ μαρτυροῦντας ὑποβάλλειν σωφρονισμῷ τῷ δέοντι.
C.4.20.15.1 Ἐὰν ἰδιωτικὴν μὲν ὑπογραφόμενοι τύχην, δύνανται βασανισθῆναι, ἤ, ἐὰν συνίδωσιν αὐστηροτέρας τὸ πρἇγμα δεῖσθαι κολάσεως, καὶ διὰ τοῦ πραίτωρος τοῦ δήμου τούτους ἐπιστρέφειν.
C.4.20.15.2 Εἰ δὲ ζώνην τυχὸν εἴη ὁ μάρτυς περιβεβλημένος καὶ μὴ δύναται παρὰ τοῦ διαιτητοῦ σωφρονίζεσθαι, τότε γίνεσθαι μὲν ἀναφορὰν πρὸς τὸν ἄρχοντα τὸν πέμψαντα αὐτῷ τὴν ὑπόθεσιν τὰ περὶ τοῦ πράγματος μηνύουσαν, καὶ ἡ τοιαύτη ἀναφορὰ ἀζημίως ἐμφανιζέσθω παρὰ τῷ ἄρχοντι, καὶ λοιπὸν ὁ ἄρχων δεχόμενος τὴν περὶ τῶν μαρτύρων ἀναφοράν, εἰ μὲν εὕροι τὸ πρᾶγμα τελείως κεκριμένον ἐκ τῆς τῶν μαρτύρων, τὰ περὶ αὐτῶν τῶν μαρτύρων ἐξετάσας παρέχει τὴν αὐτοτελῆ ψῆφον· ἐὰν δὲ συνίδῃ καὶ μετὰ τὴν τῶν μαρτύρων ἐξέτασιν δεόμενον τὸ πρᾶγμα ζητήσεώς τινος, τηνικαῦτα πάλιν παραπεμπέτω τὰ λοιπὰ τοῦ πράγματος πρὸς τὸν διαιτητήν.
C.4.20.15.3 Ὀφείλει δὲ οὕτω τὰς μαρτυρίας κρίνειν, ὡς εἴρηται ἐν τῇ πρὸ ταύτης διατάξει, τουτέστιν ἵνα μηδεμίαν φόρου παραγραφὴν δύνωνται προβάλλεσθαι πρὸς ἀποφυγὴν τῆς κατ’ αὐτῶν ἀγανακτήσεως, ὡς ἅπαξ ἑκουσίως ἑλόμενοι μαρτυρῆσαι.
C.4.20.15.4 Ἐὰν δέ τις τὸν ἴδιον ἀντίδικον περὶ συγγενείας ἀπαιτήσῃ συστάσεις, λέγων αὐτὸν μὴ εἶναι συγγενῆ, καὶ ἐλεγχθείη ψευδόμενος, ταύτην ἀπολαμβανέτω τὴν τιμωρίαν, ἵνα, κἂν ταῖς ἀληθείαις ἐστὶ συγγενής, ἀπολέσει τὰ ἐξ ἀδιαθέτου δίκαια τὰ πρὸς ἐκεῖνον, ὃν ἀπῄτησε τὰς περὶ τῆς συγγενείας ἀποδείξεις.
C.4.20.15.5 Μᾶλλον δὲ ἐπειδὴ τοῦτο τὸ προνόμιον εὐκαταφρόνητον ἦν, ἑκάστου λέγοντος, ὅτι, κἂν μὴ δουλαγωγήσω, οὐ πάντως ἐγὼ μέλλω κληρονομεῖν αὐτόν, ἴσως γὰρ ἐπὶ διαθήκῃ τελευτᾷ, κελεύει ἡ διάταξις τὸν ἀπαιτοῦντα γένους σύστασιν τέως πρὸ πάντων ὀμνύναι, ὡς νομίζων μὴ εἶναι συγγενῆ τὸν διάδικον τοῦτο λέγει․ καὶ εἰ μὲν ἐπομόσεται, δύναται κληρονομῆσαι, λοιπὸν δὲ μετὰ τὸν τούτου ὅρκον ὀφείλει ὁ τὰς συστάσεις ἀπαιτούμενος ταύτας παρασχεῖν.
C.4.20.15.6 Χρεία δὲ ἐν τῇ ἀποδείξει μαρτύρων πέντε, ἐὰν μὴ ὦσι δικαιώματα πρὸς σύστασιν ἐπιτήδεια· εἰ δὲ εἰσὶ δικαιώματα, ἀρκούμεθα τρισὶ μάρτυσιν· εἰ δὲ τὸ δικαίωμα τοιοῦτόν ἐστι, ὥστε ἀντὶ πάντων ἀρκεῖν (ἴσως γὰρ ὑπόμνημα δημόσιον ἦν), τότε οὐδὲ δεόμεθα μαρτύρων.
C.4.20.15.7 Ἐπιφέρει δὲ καὶ ἕτερον κεφάλαιον ἡ διάταξις τοιοῦτον· ἐάν τις ἐν ὑπομνήμασι καὶ ἐν συμβολαίῳ προσμαρτυρήσῃ, ἀνάγκην ἐχέτω πᾶσι τρόποις καὶ δίκης ἐπὶ τῷ πράγματι κινουμένης μαρτυρῆσαι, κἂν ἕτερον φόρον ἐπιγράφηται· εἰ γὰρ μὴ τοῦτο εἴπωμεν, βλάπτεται ὁ δεηθεὶς τῆς αὐτοῦ μαρτυρίας.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
