Codex Iustinianus 4.20.13
C.4.20.13pr. Ὁ τὰ ψευδῆ μαρτυρήσας πρότερον μὲν ἐπιορκεῖ, δεύτερον δὲ καὶ ὡς πλαστογράφος ἐνάγεται καὶ ἐν αὐτῷ δὲ τῷ καιρῷ τῆς μαρτυρίας ὑπονοηθεὶς ψεύδεσθαι βασάνοις ὑπόκειται.
C.4.20.13.1 Εἰ δὲ βουληθείη ὁ ἐκ τῆς ψευδοῦς μαρτυρίας καταδικασθεὶς πολιτικῶς κινῆσαι κατὰ τοῦ ψευδομαρτυρήσαντος, λήψεται παρ’ αὐτοῦ πᾶσαν ἣν ὑπέστη ζημίαν πρὸς τῷ καὶ τὴν ἀπὸ τῶν νόμων ὡρισμένην τιμωρίαν ὑφίστασθαι.
C.4.20.13.2 Εἰ δὲ καὶ ἐν αὐτῇ τῇ πρωτοτύπῳ δίκῃ ψευσάμενος ἐλεγχθείη, ἔργον ἔστω τοῦ δικάζοντος ἢ εἰς πᾶσαν τὴν ἐπιφερομένην ἐκείνῳ, καθ’ οὗ ἐμαρτύρησε, δίκην καταδικάζειν αὐτὸν ἢ εἰς ἔλαττον καὶ τιμωρίαις ὑποβάλλειν αὐτόν· φυλαττομένων πάντων τῶν ἤδη νενομοθετημένων περὶ τῶν τὰ ψευδῆ μαρτυρούντων.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
