Codex Iustinianus 3.1.12
C.3.1.12pr. Πάντες οἱ ἄρχοντες καὶ οἱ θεῖοι δικασταὶ συντόμως τὰς δίκας τεμνέτωσαν· κᾄν τις δικαζομένων πολλάκις τῷ προσφόρῳ δικαστῇ προσελθὼν μὴ δι’ἀναγκαίαν αἰτίαν ὑπερτεθείη, προσίτω τῷ βασιλεῖ τὴν ἐκεῖθεν ἀναμένων βοήθειαν.
C.3.1.12.1 Εἰ δὲ καὶ παραιτεῖταί τις τὸν δικαστὴν εὐλόγως πρὸ προκατάρξεως, ἐκ θείας προσελεύσεως ἑτέρου τεύξεται δικαστοῦ ἢ συνδικαστοῦ ἢ καὶ ἀλόγως παραιτησάμενος ὠθισθήσεται· μετὰ γὰρ προκάταρξιν δικαστὴς ἕτερος ἢ συνδικαστὴς μὴ αἰτείσθω.
C.3.1.12.2 Παρ' ἑνὶ δὲ δικαστῇ τὸ πᾶν κινείσθω τῆς ὑποθέσεως· κᾂν ἀπρόσφορος οὗτος ἐπί τινι δόξῃ κεφαλαίῳ, ἐξ οἰκείας ψήφου ἐπὶ τὸν πρόσφορον αὐτὸ παραπεμπέτω․ δεύτερον γάρ τις ἢ πλέον αἰτιασάμενος καὶ τὰς ἐκ τῆς δευτέρας αἰτίας κατὰ τὸ διπλάσιον καταθήσει ζημίας καὶ ἐγγυῶν χωρὶς ἢ ἐξωμοσίας ἐκ τῆς δευτέρας ὑπομνήσεως παρὰ τῷ πρώτῳ κινήσει δικαστῇ. [a․ 527?]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
