Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 12.60.ult

DE EXSECUTORIBUS ET EXACTORIBUS.

C.12.60.7pr. Πᾶς ἄνθρωπος εἴτε θείαν κέλευσιν εἴτε ἀρχικὴν πρόσταξιν ἐκβιβάζων ὀφείλει πρότερον ἐμφανίσαι τῷ ἄρχοντι, ἵνα ὁ ἄρχων ἐξετάσῃ, εἰ μηδεμία πλαστοῦ αἰτία ἐστὶν ἐν αὐτοῖς ἢ κατὰ συναρπαγὴν ἢ ἐναντιούμενον νόμοις.

C.12.60.7.1 Ὁ δὲ ἐκβιβασμὸς καὶ ἐγγράφως καὶ ἀγράφῶς γίνεται, δηλονότι τῶν θείων λογίων προκειμένων καὶ πάντων τῶν κτητόρων τῶν παρόντων ἅμα αὐτῷ τὴν ἐξέτασιν ποιουμένων.

C.12.60.7.2 Καὶ εἰ συνίδοι, παρέχει βοήθειαν· ἐὰν δὲ ἢ πλαστὸν εὕρῃ φανερῶς ἢ νόμῳ ἐναντιούμενον φανερῶς, δεῖ αὐτὸν μὴ ἐκβιβάζειν, ἀλλ’ ἀναφέρειν εἰς βασιλέα διὰ τοῦ μαγιστριανοῦ, ἢ εἰς αὐτὴν τὴν ἀρχήν, ἐξ ἧς τὸ πρᾶγμα ἐγίνετο, τὸν δὲ ἐκβιβαστὴν ὑπὸ ἀσφάλειαν ποιεῖν τὴν ἐγχωροῦσαν, καὶ τὰ πρόσωπα δὲ τὰ αἰτιασθέντα ὑπὸ προσωπικὴν ἀσφάλειαν ἀζημίως· ὁ γὰρ ἐγχειρίσας αὐτῷ τὸ ἀζημίον περιποιήσει, εἴπερ εὑρεθείη μάτην αὐτῷ ἐγχειρίσας.

C.12.60.7.3 Εἰ γὰρ μὴ τοῦτο γένηται, ὁ μὲν ἐκβιβαζόμενος ἀπωθεῖται τὸν ἐκβιβασμόν· ὁ δὲ ἄρχων, εἰ πρὸς αὐτὸν ἡ κέλευσις γέγονεν, ἢ καί τις ἕτερος ἴσως πρός τινα ἕτερον ἐγένετο, ὑπὸ ἀσφάλειαν ὀφείλει ποιῆσαι τὸν ἐκβιβαστὴν τὴν ἐγχωροῦσαν.

C.12.60.7.4 Εἰ δὲ καὶ δυνηθείη τις ἀπωθήσασθαι τὸν ἐκβιβασμόν, ὀφείλει μανθάνων ὁ ἄρχων ἀποστῆσαι τὸν ἐκβιβαστήν, ποιεῖν δὲ ὑπὸ ἀσφάλειαν προσωπικὴν τὸν αἰτιασθέντα καὶ μηνύειν.

C.12.60.7.5 Εἰ δὲ ῥαθυμήσῃ τούτου ἢ ὁ ἄρχων ἢ ἡ τάξις αὐτοῦ ἢ πρὸς ὃν τὸ γράμμα γέγονεν, οἴκοθεν τῷ ὑπομνησθέντι ποιήσει τὸ ἀζήμιον καὶ ἐν ὅσῳ ἄρχει καὶ μετὰ τὸ παύσασθαι τῆς ἀρχῆς.

C.12.60.7.6 ῾Υπεξαιρεῖ δὲ ἡ διάταξις τοὺς προφάσει δημοσίων ἐνεχομένους.

C.12.60.7.7 Εἰ δὲ λήμματος ἡττηθέντες οἱ ἄρχοντες μὴ ποιήσωνται τὴν ἐξέτασιν προκειμένων τῶν ἁγίων λογίων, ἢ καὶ παρίδωσι, καὶ εἰς χρήματα ζημιοῦνται καὶ ἐκβάλλονται τῆς ἀρχῆς καὶ εἰς σωτηρίαν κινδυνεύουσι.

C.12.60.7.8 Πᾶς δὲ νόμος ἐμφανιζόμενος ὀφείλει πρότερον γίνεσθαι τοῖς ἐπάρχοις καταφανής, τὸν δὲ διακομίζοντα αὐτὸν εἰς τὴν ἐπαρχίαν λαμβάνειν χρυσίνους ἕξ, τὸν δὲ ἄρχοντα σπουδάζειν διὰ προστάξεων οἰκείων πάσαις ταῖς πόλεσι ταῖς ὑφ’ ἑαυτὸν φανεροὺς καθιστᾶν τοὺς νόμους, ἀζημίως παντελῶς μηδὲ τοῦ ἄρχοντος μηδὲ τῶν ἐκδίκων μηδὲ τοῦ διακομίζοντος.

C.12.60.7.9 Ὁ δὲ κερδάνας διπλάσιον δίδωσι καί, εἰ μὲν ἄρχων ἐστίν, ἐκπίπτει τῆς ἀρχῆς, εἰ δὲ ἑτέραν φροντίδα εἶχεν, ἐκβάλλεται τοῦ φροντίσματος.

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑