Codex Iustinianus 12.49.ult
inscriptio Ἡ διάταξις κελεύει τὰς παραμυθίας, ἃς ἐλάμβανεν ὁ ταβουλάριος ἐν τοῖς μεγάλοις τρισὶ σκρινίοις, τοῦτ’ἔστι τῆς ἀνατολικῆς καὶ Ποντικῆς διοικήσεως, δίδοσθαι τῷ πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ ταβουλαρίῳ, οὐκ ἐξ ἴσου μέρους, ἀλλὰ τοῦ μὲν ἡμίσεος τῷ πρώτῳ διαφέροντος, τοῦ δὲ τρίτου τῷ δευτέρῳ, τῷ δὲ τρίτῳ τοῦ ἕκτου, ὥστε καὶ τὸ δημόσιον ἔχειν τὸ ἀσφαλές, καὶ ἕκαστον αὐτῶν διὰ τῶν ἐνιαυτῶν λαμβάνειν ἐνιαυτοῦ τελείου ἀννόνας.
C.12.49.13.1 Κελεύει δὲ τὸν τρακτεύοντα ἐπαρχίαν ἅμα τῷ γενέσθαι ταβουλάριον ἀφίστασθαι τοῦ τρακτάτου τῆς ἐπαρχίας, ἵνα μήτε περὶ πλείονα ἀπησχόληται καὶ βλάπτηται ἐκ τούτου τὸ δημόσιον, μηδὲ ἀμελῶν, ὡς εἰκός, τῶν ἐπαρχιῶν ἐγκαλῇ τοῖς ἅμα αὐτῷ νουμεραρίοις ὡς αἰτίοις γενομένοις.
C.12.49.13.2 Αὐτοὶ δὲ οἱ τρεῖς ἐπιλεγέσθωσαν τοὺς ὀφείλοντας αὐτοῖς ὑπουργεῖν εἰς τὴν τῶν δημοσίων ἐξάνυσιν, ἵνα, ἐὰν οἱ τρακτευταὶ τῶν ἐπαρχιῶν ὑπέρθωνται καταβάλλειν ἐπὶ αὐτοὺς τὰ δημόσια, τοῦ τρακτάτου ἐκπίπτωσιν.
C.12.49.13.3 Οἱ μέντοιγε τῶν ὅπλων ταβουλάριοι ἐν τοῖς ἄλλοις πᾶσι δουλευέτωσαν τῇ τάξει χωρὶς τῶν ἰδίων ἀννόνων· ταύτας γὰρ λήψονται κατὰ τὴν μέχρι νῦν κρατοῦσαν συνήθειαν τὴν βουλομένην εἰς πολλοὺς διαιρεῖσθαι τὰς τῷ πρώτῳ ἀνηκούσας συνηθείας.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
