Codex Iustinianus 12.47.ult
C.12.47.3 Ἐάν τις ἐν πολέμῳ τελευτήσῃ ὁπωσδήποτε στρατευόμενος, ὁ υἱὸς αὐτοῦ, ἐὰν εἷς ἐστιν, ἢ πολλῶν παίδων ὁ μείζων παραχρῆμα εἰς τὸν τόπον τοῦ πατρὸς ὑπεισερχέσθω καὶ τὰς ἀννόνας τὰς αὐτὰς λαμβανέτω, εἰ μέχρι βιάρχου ἦν ὁ πατήρ․ εἰ δὲ ἀνώτερος ἦν τοῦ βιάρχου, βίαρχον μόνον γίνεσθαι τὸν παῖδα․ πρόδηλον γάρ, ὅτι ὁ μείζων ταύτην ἔχων τὴν παραμυθίαν φροντίζει καὶ τῶν ἰδίων ἀδελφῶν.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
