Codex Iustinianus 12.37.19
inscriptio [Ὁ αὐτὸς βασιλεύς] ..․ Θεσπίζομεν
C.12.37.19pr. Ἡ διάταξις κελεύει, ἵνα, ἐὰν στρατιῶται ὑφεστῶτες μὴ ὦσιν ἐν ταῖς οἰκείαις ἀγγαρείαις, ἀλλ’ ἢ εἰς βοήθειαν ἠφορίσθησαν προσώποις τισὶν ἢ κατὰ ἄφεσιν ἀπελύθησαν, μὴ λαμβάνειν τὰς ἀννόνας αὐτῶν τὸν ὑπομνηματοφύλακα ἐν εἴδει διὰ τὸ μὴ φθείρεσθαι, ἀλλ’ ἐν χρυσῷ διατιμωμένου τοῦ εἴδους κατὰ τὴν τράπεζαν, ὅρκου παρεχομένου παρά τε τῶν τριβούνων καὶ τῶν βικαρίων καὶ τῶν δομεστίκων καὶ ὑπομνηματοφυλάκων καὶ ὀπτιώνων, οὐδὲν ἧττον καὶ μετὰ τὸν ὅρκον λογοθετουμένων καί, εἴτε ἂν εὑρεθείησαν ψευσάμενοι, ἐν διπλῷ καταβαλλόντων.
C.12.37.19.1 Eἰ δὲ καὶ στρατιώτης ἐξαργυρίσαι βουληθείη τὰς παρεχομένας αὐτῷ ἀννόνας, λήψεται τὸ χρήματα κατὰ τὴν τράπεζαν․ εἰ δὲ τὸ εἶδος λαμβάνει, λήψεται τὸ ἐν τῇ χώρᾳ χορηγούμενον κατὰ δοκιμασίαν τοῦ θεοφιλεστάτου τῶν τόπων ἐπισκόπου καὶ τοῦ λαμπροτάτου ἐκδίκου τῆς πόλεως.
C.12.37.19.1A Εἰ δὲ καὶ ὁ ὑπομνηματοφύλαξ ἀγοράσῃ παρὰ στρατιώτου τὰς ἀννόνας αὐτοῦ καὶ αὐτὸς λαμβάνει αὐτὰς παρὰ τοῦ συντελεστοῦ ὡς ἐκχωρηθείσας αὐτῷ, πάλιν κατὰ τὴν τράπεζαν λαμβάνειν αὐτόν, εἰ μὴ παρὰ τὸ εἶδος βούλεται ὁ συντελεστὴς προσαγαγεῖν.
C.12.37.19.1B Εἰ δὲ καὶ οἱ συντελεσταὶ βουληθείησαν ἑκουσίως πωλῆσαί τινα τοῖς στρατιώταις, οὐ κωλύομεν τοῦτο γίνεσθαι, εἰ καὶ μέλλουσιν ἐκ τούτου κερδαίνειν, ἥττονα ποσότητα εἰδῶν παρέχοντες αὐτοῖς παρὰ τὴν δημοσίαν τράπεζαν․ μὴ ἐξέστω δὲ τοῖς πολίταις ἐκ τούτου βλάπτειν τὸν συντελεστήν, ἵνα, ἐὰν αὐτοὶ κακῶς συμφωνήσωσιν, ἀναγκάζωσι τὸν συντελεστὴν καθὼς συνεφώνησε παρασχεῖν τὰ εἴδη.
C.12.37.19.2 Εὑροῦσα δὲ ἡ διάταξις, ὅτι καί τινες τῶν χαρτουλαρίων τῶν γενναιοτάτων ἀριθμῶν ἤτοι φοιδεράτων συνωνοῦνται ἑαυτοῖς σῖτον, ἵνα τὸ μὲν δημόσιον δίδωσιν αὐτοῖς κατὰ τὴν τράπεζαν τὰ τοῦ σίτου τιμήματα, αὐτοὶ δὲ ὡς προηγορακότες εἴδη κερδαίνουσι, κελεύει ἡ διάταξις μηδένα συντελεστὴν ἄκοντα ἀπαιτεῖσθαι παρέχειν αὐτοῖς συνωνήν.
C.12.37.19.2A Εἰ δὲ ἑκουσίως πωλῆσαι ζητήσῃ τις αὐτοῖς, μὴ ὑπερβαίνειν αὐτοὺς τὰ τιμήματα τῆς τραπέζης εἰς τὴν ποσότητα τὴν μέλλουσαν λόγῳ ἀννόνων τοῖς στρατιώταις χορηγεῖσθαι.
C.12.37.19.2B Εἰ γὰρ ἔξωθεν ἑτέραν ποσότητα βουληθῇ ἀγοράσαι, τότε κεκώλυται πραγματεύσασθαι, ὡς καὶ πᾶς στρατιώτης.
C.12.37.19.2C Ταῦτα δὲ πάντα δείκνυσι μέλλουσα γίνεσθαι ἀναψηλάφησις, ἀναγκάζουσα πάντα ἄνθρωπον τὸν ὁτεδήποτε ψευσάμενον σφετερισάμενον διπλάσιον καταθεῖναι, ἵνα τὸ μὲν ἁπλοῦν λάβῃ ὁ ἐκδικηθείς, τὸ δὲ ἕτερον ἁπλοῦν τὸ δημόσιον.
C.12.37.19.3 Πάντες δὲ οἱ στρατιῶται οἱ προσπαραμένοντες προσώποις τισὶν ἐν ἐξαργυρισμῷ λαμβανέτωσαν τὰς ἰδίας ἀννόνας κατὰ τὸν ἐξαργυρισμὸν τῆς τραπέζης, ὁμοίως δὲ καὶ τοὺς κεφαλιτίονας· καὶ μὴ ζητείτωσαν τὰ εἴδη, εἰ μὴ ἑκὼν ὁ συντελεστὴς ταῦτα καταβάλοι.
C.12.37.19.4 Τοῦ παραβῆναί τί ποτε τῶν προειρημένων τολμῶντος μέγιστον κίνδυνον ὑφορωμένου, εἴτε τριβοῦνος εἴτε βικάριός ἐστιν εἴτε δομέστικος εἴτε ὑπομνηματοφύλαξ εἴτε ὀπτίων εἴτε πρῶτος ἀριθμοῦ εἴτε ταξεώτης τοῦ στρατηλάτου, ἐὰν συμβῇ τί ποτε παρὰ τὸ ἀληθὲς γνωρισθῆναι ἢ ἐπιχειρισθῆναι, καὶ μη παραχρῆμα δηλωθῇ καὶ ἀνασταλῇ· ἡ γὰρ ἀναψηλάφησις πάντα τὰ παρὰ τὴν διάταξιν γινόμενα ἀπελέγξει.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
