Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 10.30.ult

DE DISCUSSORIBUS.

inscriptio [Αὐτοκράτωρ Ἰουστινιανὸς Α․ Ἰουλιανῷ ἐπάρχῳ πραιτωρίων.]

C.10.30.4pr. Μηδεὶς γινέσθω λογοθέτης χωρὶς βασιλικῆς κελεύσεως ἰδικῶς μεμνημένης τῆς αὐτοῦ τοῦ λογοθέτου προσηγορίας· μήτε κατὰ κέλευσιν τῶν ἐπάρχων μήτε ἐκ προστάξεως ἄλλου οἱουδήποτε δικαστηρίου γινέσθω τις λογοθέτης ἐν ταῖς ἐπαρχίαις ἢ πολιτικῶν ἔργων ἢ σιτωνικῶν χρημάτων ἢ λιμενητικῶν ἢ τῶν περὶ τοὺς δημοσίους ὁλκοὺς τῶν πόλεων δαπανωμένων ἢ περὶ τειχοποιίαν ἢ περὶ ὁδοστρωσίαν ἢ γεφυρῶν ἢ μώλων κατασκευήν, ἀλλ’οὐδὲ τῶν λουτρωνικῶν χρημάτων ἢ ἄλλως ὁπωσοῦν εἰς πολιτικὴν ζήτησιν ἀναφερομένων, χωρὶς βασιλικοῦ τύπου.

C.10.30.4.1 Αὐτὸς γὰρ ὁ βασιλεύς, εἴτε ἐκ δημοσίου χρήματα ἐκπέμψῃ πρὸς τειχοποιίαν ἢ ἑτέρου παντὸς ἔργου κατασκευήν, εἴτε εὕρῃ παρ’ ἑτέρου καταλελειμμένα χρήματα πόλεσι πρὸς ἅπαξ ἢ καὶ διηνεκῶς, ὅτε ἂν αὐτῷ παρασταίη, πέμπει τὸν λογοθέτην καὶ τὸ ἔργον ὀφείλοντα μετρῆσαι καὶ ἀκριβεῖς λογισμοὺς ποιήσασθαι καὶ εἰς τὸ θεῖον αὐτοῦ κράτος ἀναγαγεῖν, ἐφ’ ᾧ τε γενομένης ὀρθῶς τῆς δαπάνης θείαν γενέσθαι παρ’αὐτοῦ τοῖς δεδαπανηκόσιν ἀμεριμνίαν καὶ μηκέτι δευτέραν ζήτησιν αὐτοὺς ὑπομένειν ἢ κληρονόμους αὐτῶν ἢ διαδόχους.

C.10.30.4.2 Εἰ δὲ καὶ ὁ λογοθέτης πεμπόμενος ἐπιτραπείη ποιῆσαι ἀμεριμνίαν τοῖς ὀρθῶς δεδαπανηκόσιν τὰ χρήματα καὶ μετὰ τῆς τῶν λόγων ἐρεύνης ἔκθηται αὐτῶν ἀμεριμνίαν τοῖς ὀρθῶς δεδαπανηκόσιν, ἔστω καὶ αὕτη κυρία, ὡς μήτε θείας ἀμεριμνίας δεῖσθαι τὸ λοιπὸν μήτε ἑτέρας ἀσφαλείας τὸν δαπανήσαντα ἢ τοὺς κληρονόμους αὐτοῦ ἢ διαδόχους, ἀλλ’ἀρκεῖσθαι τῇ τοῦ λογοθέτου ἀσφαλείᾳ.

C.10.30.4.3 Ἐπαγγέλλεται δὲ καὶ δαπάνας διδόναι τοῖς λογοθέταις ἡ διάταξις, ἐφ’ᾧ τε ἀζημίως αὐτοὺς ποιεῖσθαι τὴν λογοθεσίαν.

C.10.30.4.4 Ὁ δὲ οἴκοθεν δαπανῶν ἢ περὶ ἔργα τῆς πόλεως ἢ περὶ ἄλλην κοινωφελῆ χρείαν μηδενὶ ὑποκείσθω λογοθεσίῳ μήτε αὐτὸς μήτε κληρονόμος μήτε διάδοχος αὐτοῦ, μηδὲ ἐπιζητήσει δημοσίων λογισμῶν, οἷον ἐπὶ κερδῶν ἢ τῶν λεγομένων ἀγωγικῶν ἤτοι παραπομπικῶν ἢ τῶν δαπανωμένων περὶ τοὺς δημοσίους ὄνους ἢ ὀνηλάτας ἢ τῶν διωγμητικῶν καὶ τῶν ἄλλων, ἃ γενικῷ ὀνόματι καλεῖται sollemnia.

C.10.30.4.5 Μηδεὶς δὲ τῶν ἀρχόντων πεμπέτω λογοθέτην, ἀλλὰ ἀναφερέτω πρὸς βασιλέα, ἐφ’ ᾧ τε παρ’ αὐτοῦ πέμπεσθαι τὸν ἐπὶ τούτοις λογοθέτην, μηδὲ ἄχρις ἑνὸς ὀβολοῦ ὀφείλοντα κερδᾶναι, ἀλλὰ τῷ τε δημοσίῳ λόγῳ καὶ τοῖς ὑποτελέσι φυλάττειν τὸ δίκαιον.

C.10.30.4.6 Ἐὰν οὖν εὑρὼν παρά τισι χρήματα δημόσια ὁ λογοθέτης ἀνύσῃ αὐτὰ καὶ εἰς τὸ θεῖον ornamentum εἰσκομίσῃ, ἔξεστιν αὐτῷ καθ’ἑκάστην λίτραν ἓξ νομίσματα ὑπὲρ θεραπείας παρακατασχεῖν.

C.10.30.4.7 Εἰ δὲ παρὰ τῶν ὄντων ἐν ἐπαρχίαις ἢ ἑκόντων ἢ ἀκόντων ἄχρις ἑνὸς ὀβολοῦ λάβῃ, αὐτὸς μὲν τὸ λαμβανόμενον ἀποδιδότω, τετραπλάσιον ὀφείλων εἰσκομισθῆναι τοῖς δημοσίοις, καὶ ποινῆς βασιλικῆς πειράσθω ὡς τὸ δημόσιον προδεδωκὼς ἢ τοὺς συντελεστὰς ἀδικήσας· ὁ δὲ ἀνασχόμενος παρασχεῖν ὡς διὰ τοῦτο καθομολογῶν ὑπεύθυνον αὐτὸν εἶναι τοῖς δημοσίοις ἀπαιτηθήσεται πάλιν τὰ περὶ ὅσων ὑπέμεινε ζήτησιν ὀφείλοντα εἰσκομισθῆναι τῷ δημοσίῳ λόγῳ.

C.10.30.4.8 Καὶ ἐπὶ ταύτῃ τῇ τῶν sollemnium ζητήσει ὁ βασιλεὺς μανθάνων τὸ γενόμενον λογοθέσιον θείαν ἀμεριμνίαν ἐκτίθεται τοῖς λογοθετήσασι, μηκέτι δεύτερον εὐλαβουμένοις λογοθέσιον, αὐτῷ τῷ λογοθετοῦντι ἐπιτρέπων τοῖς λογοθετουμένοις ποιεῖν ἀμεριμνίαν, ἐφ’ᾧ τε τοὺς ταύτην λαμβάνοντας μηκέτι δευτέραν μένειν λογοθεσίαν.

C.10.30.4.9 Μήτε δὲ ὑπὲρ τῆς γενομένης ἀμεριμνίας λαμβανέτω τι παντελῶς ὁ λογοθέτης, ἀλλ’ ἐὰν ὅλως ἐπιχειρήσῃ τι λαβεῖν, ἄδειαν ἐχέτωσαν οἱ κτήτορες καὶ πολῖται καὶ ἀπωθεῖσθαι τὸν ἐκβιβασμὸν αὐτοῦ καὶ δεήσεις ἐπιδιδόναι τῷ κατὰ καιρὸν βασιλεῖ, ὥστε πεμφθῆναί τινα κατὰ χώραν τὸν ὀφείλοντα ποινὴν εἰσπρᾶξαι τὸν ἐπιχειροῦντά τι ἀπαιτῆσαι.

C.10.30.4.10 Εἰ δὲ καί τις ἄρχων μετὰ τὸν παρόντα νόμον χωρὶς θείας ἐγγράφου κελεύσεως πρὸς αὐτὸν πεμπομένης ἀποστείλῃ λογοθέτην ἐπὶ οἱονδήποτε τῶν εἰρημένων, ἔτι αὐτὸς μὲν ὁ ἄρχων εἴκοσι χρυσίου λίτρας πρόστιμον ὑποστήσεται, ἡ δὲ τάξις αὐτοῦ πέντε καὶ δέκα.

C.10.30.4.11 Μήτε προφάσει ἀνακαθάρσεως ὀχετῶν ἢ τῶν πρὸς τοῖς τείχεσιν οἰκοδομημάτων καὶ τῆς αὐτῶν καταλύσεως, ἢ τῶν ἐν ταῖς δημοσίαις στοαῖς γενομένων τῶν καλουμένων προδουλείων καὶ ἐρειπίων, ἢ τῶν ἐν ταῖς μεσοστύλοις τῆς πόλεως οἰκοδομουμένων, ὡς ὀφειλόντων ἀνατραπῆναι, ἢ περὶ εἰκόνων ἢ τοιουτοτρόπων ὅλως ἐπινοιῶν ἢ πολιτικῶν ζητήσεων ποιείσθω τινὰς προστάξεις.

C.10.30.4.12 Εἰ δὲ καὶ ποιήσει, ἄδειαν ἐχέτωσαν οἱ ἐν ταῖς πόλεσι τὸν ἐντεῦθεν ἐκβιβασμὸν ἀπωθεῖσθαι καὶ μηδεμίαν ἀπόκρισιν ποιεῖν ἐν ταῖς τοιαύταις πράξεσι, μετὰ τοῦ καὶ τοὺς ἄρχοντας τῶν ἐπαρχιῶν, εἰ τοῦτο τὸ γινόμενον σιωπήσοιεν, καὶ πᾶσαν πολιτικὴν καὶ δημοσίαν βοήθειαν τοῖς αὐτοῖς ὑποκεῖσθαι ἐπιτιμίοις, ἐξουσίαν ἐχόντων τῶν βουλομένων δεήσεις ἐπιδιδόναι βασιλεῖ καὶ δι’αὐτῶν διδάσκειν τὰ γινόμενα, ὡς ἂν ἐκ βασιλικῆς ἀγανακτήσεως ἐπακολουθήσῃ διόρθωσις· πρὸς τὸ καὶ τοὺς προστάξαντας ἄρχοντας γενέσθαι τι τοιοῦτο εἴκοσι χρυσίου λίτρας προστιμᾶσθαι καὶ μείζονα προσδοκᾶν βασιλικὴν ἀγανάκτησιν, τὰς δὲ πειθομένας αὐτοῖς τάξεις μετὰ τοῦ προστίμου τῶν πέντε καὶ δέκα τοῦ χρυσίου λιτρῶν καὶ τὴν ἐν σώματι τιμωρίαν ὑπομένειν.

C.10.30.4.13 Μόνον γὰρ ἔξεστι τῷ βασιλεῖ καὶ τὴν ἐπὶ τοῖς τοιούτοις ἐποψίαν ἐπιτρέπειν ἀνδρὶ καθαρῷ καὶ σὺν ἀληθείᾳ καὶ πρὸς ὠφέλειαν τῶν πόλεων τὰ τοιαῦτα ζητοῦντι καὶ μηδὲν παντελῶς ὑπὲρ αὐτῶν κομιζομένῳ.

C.10.30.4.14 Προνοείτωσαν δὲ οἱ τῶν πόλεων πατέρες καὶ οἱ τῶν κτητόρων εὐυπόληπτοι, ὥστε μηδένα πολιτικὸν τόπον ἢ δημόσιον ἢ πρὸς τὰ τείχη ἢ ἐν ταῖς δημοσίαις στοαῖς ἢ λατρείαις ἢ ὁπουδήποτε κείμενον ὑπό τινων ἀλόγως κατέχεσθαι, καὶ μὴ ἐκδίδοσθαι τόπον πολιτικὸν χωρὶς θείου τύπου․ τὰ γὰρ παρ’αὐτῶν μὴ ὀρθῶς ἐκδιδόμενα ἀνατρέπεται καὶ ζημιοῦνται οἱ ἐξειληφότες.

C.10.30.4.15 Προνοείτωσαν δὲ οἱ αὐτοί, ὥστε τοὺς ἐκ τύπου θείου ἔχοντας νομὴν ὕδατος μὴ πλεονεκτεῖν τοὺς ἑτέρους καὶ τὸν μὲν πλέον τὸν δὲ ἔλασσον λαμβάνειν.

C.10.30.4.16 Ἔργον δὲ ἔστω τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν θείων ἰδικῶν τοῦ βασιλέως καὶ τῶν ὑπηρετουμένων αὐτῷ παλατινῶν διερευνᾶν ταῦτα καὶ προσαγγέλλειν καὶ τὴν τῶν ἐπικειμένων προστίμων εἴσπραξιν ποιεῖσθαι, ἢ ἐὰν ῥᾳθυμήσειεν, εἴκοσι χρυσίου λίτρας προστιμᾶσθαι, τὴν δὲ τάξιν αὐτοῦ πέντε καὶ δέκα.

subscriptio D․ VIII k․ Iul․ Chalcedone Lampadio et Oreste vv․ cc․ conss.[a․ 530]

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑