Codex Iustinianus 1.5.20.1
inscriptio [Ὁ αὐτὸς βασιλεύς.....․ κόμητι τῶν πριβάτων.]
C.1.5.20pr. Ἔγνωμεν τοὺς ἀνοσίους αἱρετικοὺς καὶ μετὰ τοὺς ἡμετέρους νόμους καὶ τὴν γενομένην ἐπ' αὐτοῖς κίνησιν ἔτι τολμᾶν καὶ ἀθροίζεσθαι καὶ προβάλλεσθαί τινας τῆς ἑαυτῶν μανίας ἡγουμένους τε τούτους καὶ ἐξάρχους καλεῖν καὶ βαπτίσματα ποιεῖν καὶ βούλεσθαι χρῆσθαι προνομίοις τισίν, ἡνίκα τῶν ἁγίων περιβόλων καθέστηκεν αὐτῶν τὰ ἐργαστήρια, οἷς μόνους τοὺς τὴν ὀρθὴν τιμῶντας πίστιν χρήσασθαι προσήκει.
C.1.5.20.1 Διὰ τοῦτο τοίνυν θεσπίζομεν τὴν σὴν ὑπεροχὴν καὶ νῦν αὐτοῖς ἀπειπεῖν, μάλιστα μὲν μηδὲ ἐν ἄλλῳ τινὶ τόπῳ, διαφερόντως δὲ ἐπὶ τῆς εὐδαίμονος ταύτης πόλεως, μηδέ τινας συνάξεις μηδὲ βαπτίσματα ποιεῖν μηδὲ τολμᾶν τοῦ τῆς προσκυνητῆς κοινωνίας ὀνόματος ἢ πράγματος ἅπτεσθαι, ἅπερ μόνων καθέστηκεν ἴδια τῶν τὴν ὀρθὴν πρεσβευόντων δόξαν καὶ τὸ προσκυνητὸν τῶν Χριστιανῶν ὄνομα προσηκόντως θεραπευόντων.
C.1.5.20.2 Ἀλλ' οὐδὲ τοὺς ἔχοντας ἐργαστήρια ἔσω τῶν ἁγίων περιβόλων χρῆσθαί τισι προνομίοις προφάσει τῶν ἐργαστηρίων συγχωροῦμεν, γινώσκοντας, ὡς, εἰ καὶ μετὰ τοῦτο τὸ θεῖον ἡμῶν κήρυγμα φανεῖεν οἱουδήποτε τῶν ἀπηγορευμένων ἁπτόμενοι, ἢ ἐν τῇ βασιλίδι ταύτῃ πόλει ἢ ἐν ἑτέραις χώραις ἢ παρασυνάξεις ἢ βαπτίσματα τολμῶντες ποιεῖν ἢ τὴν ἄρρητον αὐτοῖς διδόναι κοινωνίαν ἢ τι τῶν κεκωλυμένων ποιοῦντες, ὑπαχθήσονται ποιναῖς προσηκούσαις καὶ ἃς ὑπομένειν ἀνάγκη τοὺς ἐναντιουμένους τοῖς νόμοις καὶ τὴν αὐτῶν μὴ φυλάττοντας δύναμιν· εἰδότων τῶν τοὺς ἑαυτῶν οἴκους εἰς τὸ παρασυνάξεις ποιεῖν παρεχόντων αὐτοῖς, ὡς ταύτην ὑφέξουσι τὴν ποινὴν, ἣν αἱ προλαβοῦσαι θεῖαι λέγουσι διατάξεις.
C.1.5.20.3 Καὶ ταῦτα μὲν κοινῇ περὶ πάντων τῶν αἱρετικῶν․ ἰδικῶς δὲ ἐπὶ τοῖς ἀνοσίοις Μοντανισταῖς θεσπίζομεν, ὥστε μηδένα συγχωρεῖσθαι τῶν καλουμένων αὐτῶν πατριαρχῶν καὶ κοινωνῶν ἢ ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων ἢ ἄλλων κληρικῶν, εἴπερ ὅλως αὐτοὺς τοῖς ὀνόμασι τούτοις καλεῖν προσήκει, κατὰ ταύτην διατρίβειν τὴν εὐδαίμονα πόλιν, ἀλλὰ πάντας ἐξελαύνεσθαι, ὅπως ἂν μὴ τῶν ἀτόπων αὐτῶν μύθων τινὲς τῶν ἁπλουστέρων κατακούσαντες καὶ ἀκολουθοῦντες ταῖς ἀσεβέσιν αὐτῶν διδασκαλίαις τὰς ἑαυτῶν διαφθείροιεν ψυχάς.
C.1.5.20.4 Ἀλλ' οὐδὲ εἴσω τῶν εὐαγῶν ὅρων πραγματεύεσθαι ὅλως συγχωροῦμεν, ὥστε μὴ τὰ εὐαγῆ τῆς ὀρθοδόξου πίστεως μυστήρια γίνεσθαι αὐτοῖς ἔκπυστα βεβήλοις τε οὖσι καὶ καθαρᾶς πάσης εὐαγοῦς ἀκοῆς ἀναξίοις.
C.1.5.20.5 Κωλύεσθαι δὲ θεσπίζομεν αὐτῶν καὶ τὰ ἀσελγῆ συσσίτια καὶ τὰ ἀσεβῆ καὶ κατεγνωσμένα συμπόσια, ἐν οἷς συνιόντες τὰς τῶν ἁπλουστέρων θηρεύειν πειρῶνται ψυχάς․ δεῖ γὰρ καθάπαξ κεκωλῦσθαι τούτους τοὺς ἐξ αὐτῶν εἰς τὴν ὀρθὴν μεταστάντας πίστιν αὖθις ἀσεβῶς διαιτᾶσθαι τοῖς τὰ αὐτὰ νοσοῦσιν καὶ ἴσως ἐκ τῆς συνδιαγωγῆς καὶ διαίτης πάλιν ἐπὶ τὴν προτέραν ἐπανιέναι κακοδαιμονίαν.
C.1.5.20.6 Κωλύομεν δὲ αὐτοὺς καὶ ἀνδράποδα ἐμπορεύεσθαι, μήποτε ταῦτα τοῖς συνθρησκευταῖς ἀποδόμενοι παρασκευάσαιεν αὐτὰ τῆς ἑαυτῶν κακοδοξίας γενέσθαι.
C.1.5.20.7 Ὁμοίως δὲ κωλύομεν τοῖς ἐκ τῆς τῶν αὐτῶν Μοντανιστῶν οὖσι θρησκείας δίδοσθαί τινα παραψυχὴν κατὰ πρόφασιν τῶν καλουμένων ἀξιωματικῶν, οἷς ἐκ τῶν μεγίστων δικαστηρίων καὶ τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας εἴωθέ τι χορηγεῖσθαι προφάσει τῆς συνεχούσης αὐτοὺς πενίας, ἣν οὐκ ἂν εἴη προσῆκον τοῖς ἐκ τῆς εἰρημένης χορηγεῖσθαι θρησκείας, ὑγιὲς μὲν ἢ μέτριον οὐδ' ὁτιοῦν ἐχούσης, παρὰ πάντων δὲ δικαίως μισουμένης τε καὶ κατεγνωσμένης· ὥστε καὶ εἴ τις αὐτοῖς ἄλογον νέμει προστασίαν, καὶ τοῦτον σωφρονίζεσθαι δέκα χρυσίου λιτρῶν ποινῇ θεσπίζομεν.
C.1.5.20.8 Ταῦτα τοίνυν ἅπαντα παραφυλάττεσθαι βουλόμεθα παρά τε τῆς σῆς ὑπεροχῆς καὶ τῶν τὰς ἀρχὰς τῶν ἐθνῶν ἐχόντων, τὴν αὐτὴν ποινὴν ὑφορωμένης καὶ τῆς πειθομένης σοι τάξεως καὶ τῶν ἐπιχωρίων τάξεων, εἰ μὴ ταῦτα φυλάξαιεν· ἐπικειμένης οὐδὲν ἧττον ἀγανακτήσεως καὶ τοῖς ἀεὶ τὴν ἀρχὴν ἕξουσιν, ἧς νῦν ἡ σὴ προέστηκεν ὑπεροχή, εἴ τι τῶν θεσπισθέντων ἢ αὐτοὶ παραβαῖεν ἢ παραβαθῆναι συγχωρήσαιεν, καὶ τῶν ἀρχόντων τῶν ἐθνῶν, εἰ τούτου ῥᾳθυμήσαιεν, ὁμοίως δέκα χρυσίου λιτρῶν σωφρονιζομένων ποινῇ.
subscriptio D․ Constantinopoli X k․ Dec․ Lampadio et Oreste vv․ cc. conss.[a․ 530]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
