Codex Iustinianus 1.5.15.pr
C.1.5.15 .......․ Τῶν ἀτυχησάντων τὴν τῶν Μανιχαίων ἀσεβῆ πλάνην οὐ μόνον ἐφ' ὅσον περίεισι ποινῆς ἀξίων ὄντων, ἀλλὰ καὶ τοῦ μετὰ τὴν αὐτῶν τελευτὴν μὴ οἷς ἐκεῖνοι βούλονται μηδὲ οἷς ἐξ ἀδιαθέτου δίδωσιν ὁ νόμος τὴν οὐσίαν αὐτῶν δίδοσθαι, τῷ παρόντι θείῳ πραγματικῷ νόμῳ χρώμεθα πρὸς τὴν σὴν μεγαλοπρέπειαν, δι' οὗ προστάττομεν διερευνᾶσθαι τὰς οὐσίας τῶν ταύτῃ κατασχεθέντων τῇ νόσῳ· καὶ εἰ μὲν παῖδες αὐτῶν εἶεν ἤ τινες τῶν κατιόντων ἐλεύθεροι τῆς τοιουτοτρόπου μανίας ὑπάρχοντες, ἐᾶσαι τούτους τῆς ἐκ τοῦ νόμου δεδομένης αὐτοῖς οὐσίας μετέχειν· εἰ δὲ ἕτεροί τινες συγγενεῖς τῶν τελευτησάντων ἢ κατὰ τελευταίαν ἐκείνων (ὅπερ ἀπηγόρευται) βούλησιν εἰς τὸν κλῆρον αὐτῶν καλοῖντο ἢ δωρεὰν παρὰ τοιούτου προσώπου περιόντος ἔτυχον κομισάμενοι ἢ καὶ ληγάτῳ δῆθεν παρ' αὐτοῦ τιμηθέντες, πάντως αὐτῶν ἀφελέσθαι τὴν οὐσίαν ἢ τὰ δεδωρημένα ἢ τὰ ληγατευθέντα πράγματα καὶ τῷ δημοσίῳ προσκυρῶσαι λόγῳ.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
