Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 1.5.12

DE HÆRETICIS ET MANICHÆIS ET SAMARITIS.

inscriptio [Αὐτοκράτορες Ἰουστῖνος καὶ Ἰουστινιανός AA.]

C.1.5.12pr. ......․ Τοὺς αἱρετικοὺς ἡμεῖς μὲν διὰ τοῦτο καὶ συνιέναι καὶ προσηγορίαν ἔχειν ἰδίαν συνεχωρήσαμεν, ἵνα τὴν καρτερίαν ἡμῶν αἰσχυνθέντες σωφρονήσωσιν ἑκόντες καὶ πρὸς τὰ καλλίω μεταβάλωσιν.

C.1.5.12.1 Τοὺς δὲ εἰσῆλθέ τις οὐκ ἀνεκτὴ τόλμα, καὶ τῆς τῶν νόμων ἀμελήσαντας παραγγελίας στρατείαις, ὧν οὐκ ἐᾷ μετεῖναι τοῖς τοιούτοις αὐτὰ τὰ τῶν βασιλικῶν συμβόλων δηλοῖ γράμματα, παρενέβαλον αὑτούς.

C.1.5.12.2 Αἱρετικοὺς δὲ καλοῦμεν τοὺς ἄλλους, ὡς τούς γε καταράτους Μανιχαίους καὶ τοὺς τούτοις παραπλησίους, οὐδὲ ὀνομάζεσθαι γοῦν ταύτῃ δέον οὐδὲ φαίνεσθαί που παντελῶς οὐδὲ χραίνειν ὧν ἂν ἐφάψωνται.

C.1.5.12.3 Ἀλλὰ τοὺς μὲν Μανιχαίους, ὥσπερ εἰρήκαμεν, οὕτω καὶ ἀπελαύνεσθαι δεῖ καὶ μηδὲ τὴν προσηγορίαν αὐτῶν ὑπομένειν μηδένα μηδὲ περιορᾶν, εἴπερ ἐν τῷ αὐτῷ διάγοι τοῖς ἄλλοις ὁ τὴν ἀθεΐαν ταύτην νοσήσας ἄνθρωπος, ἀλλὰ καὶ ταῖς εἰς ἔσχατον τιμωρίαις ὑπάγεσθαι τὸν ὁπουδὴ γῆς φαινόμενον Μανιχαῖον.

C.1.5.12.4 Ἐπὶ δὲ τοῖς ἄλλοις αἱρετικοῖς, ὁποίας ἂν ὦσί ποτε πλάνης ἢ προσηγορίας (αἱρετικὸν γὰρ πάντα καλοῦμεν, ὅστις μὴ τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου καὶ ἁγίας ἡμῶν ὑπάρχει πίστεως), ἀλλὰ μὴν καὶ τοῖς τὴν πολυθεΐαν πειρωμένοις εἰσάγειν Ἕλλησι καὶ ἔτι τοῖς Ἰουδαίοις καὶ τοῖς Σαμαρείταις οὐκ ἀνακτήσασθαι μόνον τὰ τῶν ἤδη κειμένων νόμων συνείδομεν καὶ ποιῆσαι τῷ νῦν τούτῳ νόμῳ βεβαιότερα, ἀλλὰ διορίσασθαι καὶ πλείω, δι' ὧν ἀσφάλεια μὲν περιέσται μείζων καὶ κόσμος καὶ τιμὴ τοῖς τῆς εὐαγοῦς ἡμῶν μετέχουσι πίστεως.

C.1.5.12.5 Αἰσθέσθαι δὲ ὑπάρξει πᾶσιν, ἔφαμεν, ὅτι τοῖς μὴ τὸν θεὸν ὀρθῶς προσκυνοῦσι καὶ τὰ τῶν ἀνθρωπίνων ἀγαθῶν ἐπέχεται.

C.1.5.12.6 Οὐδένα τοίνυν τῶν ἤδη ῥηθέντων οὔτε μετέχειν ἀξιώματος καθάπαξ οὐδενὸς οὔτε ζώνην περιβάλλεσθαι οὔτε πολιτικὴν οὔτε στρατιωτικὴν οὔτε εἰς τάξιν τελεῖν οὐδεμίαν, πλὴν τῆς τῶν καλουμένων κοορταλίνων (ταύτῃ γὰρ ἐκ γένους ὑποκειμένους αὐτοὺς ἐνέχεσθαι βουλόμεθα, ὥστε μένοντας αὐτοὺς ἐπ' αὐτῆς καὶ πάντα πληροῦντας ἐξ ἀνάγκης καὶ πᾶν βάρος ὑπομένοντας, ὅπερ ἔστι τῆς αὐτῆς στρατείας, εἴργεσθαι τοῦτο μὲν προκοπῆς, τοῦτο δὲ τοῦ κατὰ τῶν ὀρθοδόξων Χριστιανῶν ἐκβιβασμοῦ δημοσίων καὶ ἰδιωτικῶν ἕνεκεν χρεῶν) προστάττομεν․ τῆς ἐξ αὐτῶν γονῆς ὑποκειμένης δηλονότι τῇ τοιαύτῃ τύχῃ, καὶ αὐτῶν μέντοι, εἰ μεταξὺ διαλαθεῖν ἠδυνήθησαν, εἰς ταύτην ἀγομένων․ ἐκ τῆς κακῆς αὐτῶν δόξης ἔχειν τινὰ παραίτησιν.

C.1.5.12.7 Τοὺς δὲ αὐτοὺς αἱρετικοὺς οὔτε ἐκδίκου οὔτε πόλεως πατρὸς μετιέναι φροντίδα συγχωροῦμεν, ὥστε μὴ προφάσει τῆς ἐντεῦθεν ἀδείας ἐπηρεάζειν τοῖς τε ἄλλοις Χριστιανοῖς καὶ διαφερόντως τοῖς θεοφιλεστάτοις ἐπισκόποις, καὶ τοῦ δικάζειν ἑαυτοῖς ἢ ψηφίζεσθαί τινα περιποιεῖν ἐξουσίαν, καθὰ καὶ τοῖς πρὸ ἡμῶν νενομοθέτηται.

C.1.5.12.8 Οὐ μὴν οὐδὲ τοῖς σοφωτάτοις συντετάχθαι τῶν δικῶν ῥήτορσιν αὐτοὺς ἐῶμεν, οἷς οἰκειότερόν ἐστιν ἢ κατὰ τοὺς πολλοὺς τὸ τῶν θείων δογμάτων ὀρθῶς αἰσθάνεσθαι, ὅσῳπερ καὶ τὸν βίον ἐν λόγοις ἔχουσιν.

C.1.5.12.9 Ἀλλὰ καὶ τοὺς ὄντας μὲν αἱρετικοὺς καὶ ἔτι πρὸ τούτων Ἕλληνας ἢ Ἰουδαίους ἢ Σαμαρείτας καὶ τοὺς τούτοις ὁμοίους, μετασχόντας δέ τινος ἤδη τούτων ὧνπερ ἐμνήσθημεν καὶ τυχόντας ἀξιώματος ἢ τοῦ καταλόγου τῶν τὰς δίκας ἀγορευόντων ἢ στρατείαν περιβεβλημένους ἢ ζώνην ὁποιανοῦν ἐκβληθῆναι τῆς πρὸς ταῦτα μετουσίας παραχρῆμα παρακελευόμεθα.

C.1.5.12.10 Καθαρεύειν γὰρ τὰ ῥηθέντα πάντα τῆς τῶν τοιούτων νῦν τε καὶ διὰ παντὸς βουλόμεθα κοινωνίας, οὐκ ἐπὶ μόνης ταύτης τῆς ἐνδόξου πόλεως, ἀλλ' ἐπὶ πάσης ὅλως ἐπαρχίας καὶ τόπου παντός.

C.1.5.12.11 Ὅπερ ἐστὶν οὐ καθάπαξ καινόν· τὰ γοῦν ταῖς πλείσταις τῶν στρατειῶν θεῖα διδόμενα τῆς ζώνης σύμβολα προσκείμενον ἔχει τὸ δεῖν ὀρθόδοξον εἶναι τὸν ταύτης μεταλαμβάνοντα.

C.1.5.12.12 Πλὴν ἀλλ' ἡμέτερον ἂν εἶναι καὶ τοῦτο δοκοίη τῶν ἀνακτησαμένων αὐτὸ καὶ μὴ περιιδόντων, καθάπερ ἔμπροσθεν, ἀμελούμενόν τε παρ' ἐνίων καὶ μέχρι μόνων γραμμάτων κείμενον· τὰ πράγματα γὰρ οὐχ οὕτως νομίζοιτο ἂν ἴδια τῶν τὴν ἀρχὴν εὑρόντων, ὡς τῶν τοῖς εὑρεθεῖσι χρωμένων ἄριστα.

C.1.5.12.13 Εἰ δὲ παρὰ τὸ προστεταγμένον ὑφ' ἡμῶν ἁμαρτηθείη τι, τὸν μὲν τῶν κεκωλυμένων ἐφαψάμενον οὐκ ἀνόνητον μόνον τῆς ἐγχειρήσεως ἀποδείκνυμεν καὶ παντελῶς μετέχειν αὐτὸν κωλύομεν, ἀλλὰ καὶ λ’ χρυσίου λιτρῶν ποινῇ ζημιοῦμεν.

C.1.5.12.14 Οἷς δὲ διαφέρει τὸ τοὺς τοιούτους ἐγγράφειν τῷ δημοσίῳ καὶ ἀπογράφεσθαι, τούτοις, εἰ μαθόντες τὸ πεπλανημένον αὐτοῦ τῆς δόξης ὅμως προσήκαντο καὶ οὐκ ἀντεῖπον οὐδὲ ἀπήλασαν, ποινὴν ἐπιτίθεμεν χρυσίου λιτρῶν η’.

C.1.5.12.15 Οὐ μὴν οὐδὲ τὰς ἀρχὰς ἀθώους ἀφίεμεν, εἴπερ, οὓς ἐκ τῶν κεκωλυμένων ὑφ' ἡμῶν ὄντας γινώσκουσι, τούτους ἀνάσχοιντο ταῖς οἰκείαις ἐναριθμεῖσθαι τάξεσιν (ὑπεξῃρημένης δηλονότι τῆς τῶν κοορταλίνων στρατείας), ἀλλὰ ποινὴν καὶ παρ' αὐτῶν ν’ χρυσίου λιτρῶν εἰσπράττομεν.

C.1.5.12.16 Ἐφ' ὁπόσοις δὲ ἂν τῶν εἰρημένων κεφαλαίων ἁρμόσαι συμβαίη τὴν ποινήν, ὁ μεγαλοπρεπέστατος κόμης τοῦ ἱερωτάτου ταμείου τὴν ἀπαίτησιν αὐτῆς ποιήσεται καὶ τοῖς θείοις εἰσοίσει πριβάτοις.

C.1.5.12.17 Ἔννοιαν μέντοι λαμβάνοντες, ὅτι Γότθους πολλάκις τοῖς καθωσιωμένοις ἐγγράφομεν φοιδεράτοις, οἷς οὔτε ἡ φύσις οὔτε ὁ φθάσας βίος τοὺς τοιούτους ἐνέθηκε λόγους συγχωρῆσαί τι τῆς ἀκριβείας αὐτοῖς συνείδομεν καὶ γινομένων ἀνέχεσθαι φοιδεράτων καὶ τιμωμένων, ὃν ἂν ἡμῖν παρασταίη τρόπον.

C.1.5.12.18 Εἰδότες δέ, ὡς διάφοροι πολλάκις τοῖς οὐκ ὀρθοδόξοις γονεῦσιν αἱ γνῶμαι γίνονται, τοῦ μὲν πατρὸς ἢ τῆς γε μητρὸς τῇ τῶν ὀρθοδόξων πίστει προσενεγκεῖν τοὺς κοινοὺς παῖδας βουλομένου, θατέρου δὲ ἀντιτείνοντος, ἰσχυροτέραν εἶναι καὶ τοῖς ὅλοις ἐπικρατεστέραν τὴν γνώμην προστάττομεν τοῦ πρὸς τὴν ὀρθόδοξον πίστιν τοὺς παῖδας ἄγοντος· μεθέξει τε γὰρ ἐν μέρει τὸ γινόμενον τῆς τῶν τεκόντων γνώμης καὶ προσέσται τὸ τὰ βελτίω νενικηκέναι.

C.1.5.12.19 Βοηθοῦντες δὲ κἀκείνοις τοῖς παισίν, οὓς οἱ μὴ μετέχοντες τῆς εὐαγοῦς ἡμῶν πίστεως μισοῦσι πατέρες, ἁμάρτημα μὲν οὐδὲν ἔχοντες ἐγκαλέσαι τῶν ἐν τοῖς νόμοις κεκωλυμένων, διότι δὲ τῆς τῶν γονέων αἰσθανόμενοι πλάνης, τῆς εὐαγοῦς ἡμῶν μετέχοντες πίστεως, διὰ τοῦδε τοῦ θείου πραγματικοῦ νόμου θεσπίζομεν καὶ τροφῆς τὸν πατέρα τοῖς τοιούτοις μεταδιδόναι πρὸς τὸ τῆς οὐσίας τῆς ἑαυτοῦ μέτρον καὶ τῶν ἀναγκαίων εἰς τὴν ἄλλην δίαιταν, ἀλλὰ μὴ καθάπερ τιμωρίαν ἀπαιτοῦντα, διότι τὴν ψυχὴν ἐπηνωρθώθησαν, λιμώττοντας περιορᾶν καὶ τῶν εἰς τὸν βίον ἀποροῦντας, καί που δι' ἔνδειαν ἐπανελθεῖν ἐπὶ τὴν ἔμπροσθε πλάνην, ὃ μηδὲ λέγειν καλόν, ἀναγκαζομένους.

C.1.5.12.20 Ἀλλὰ προῖκα ταῖς διὰ τοῦτο λελυπηκυίαις θυγατράσι καὶ τὰς πρὸ τῶν γάμων δωρεὰς τοῖς ἄρρεσιν, οἷς οὐδὲν ἕτερον ἐγκαλεῖν δύνανται τῶν ἐν τοῖς νόμοις ἀπηγορευμένων, ἐκ παντὸς ἐπιδιδότωσαν τρόπου, καθάπερ ὁ τῆς οὐσίας αὐτῶν λόγος ἐφίησι, καὶ συνοικίζειν τὰς μὲν ἀνδράσι, τοὺς δὲ γυναιξὶ κατὰ τὸν νόμον, ὀρθοδόξοις μέντοι προσώποις καὶ τοῦ πράγματος ἀξίοις․ δεινὸν γὰρ καὶ παντελῶς ἀνόσιον τοὺς ἐν τοῖς ἄλλοις ἅπασιν ὑπὸ τῶν παίδων θεραπευομένους ἐκ τοιαύτης χαλεπαίνειν αὐτοῖς προφάσεως, ἣν ἀμείνους ἦσαν ζηλοῦντες, οὐκ ἀμυνόμενοι.

C.1.5.12.21 Προνοήσουσι δὲ τῶν προστεταγμένων τούτων ὑφ' ἡμῶν ἐπὶ μὲν τῆς μεγίστης ταύτης πόλεως οἱ τὰς ἐνδόξους ἔχοντες ἀρχάς, καθάπερ ἑκάστῳ διαφέρει, κατὰ δὲ τὰς ἐπαρχίας οἱ τούτων ἡγούμενοι εἴτε μείζους εἴτε ἐλάττους, καθάπερ ἑκάστῳ πρόσφορον.

C.1.5.12.22 Ἐπιμελὲς δὲ καὶ τῷ μακαριωτάτῳ ἀρχιεπισκόπῳ καὶ πατριάρχῃ τῆς μεγίστης ταύτης πόλεως καὶ τοῖς ὁσιωτάτοις ἐπισκόποις ἔσται τῶν ἄλλων πόλεων τοῖς τε τοὺς πατριαρχικοὺς καὶ τοῖς τοὺς μητροπολιτικοὺς ἔχουσι θρόνους καὶ τοῖς ἐλάττοσι τὸ συμπαρατηρεῖν καὶ συνεπισκοπεῖν, εἰ βεβαίως ταῦτα διασώζεται, καὶ μηνύειν ἐφ' ἡμᾶς, ὅπως καὶ μετὰ πλείονος, εἰ δέοι, σφοδρότητος τοῖς ῥᾳθυμοῦσι τῶν περὶ τῆς ὀρθοδόξου πίστεως διορισθέντων ἐπεξερχώμεθα. [a․ 527]

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑