Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 1.4.ult.3

DE EPISCOPALI AUDIENTIA ET DE DIVERSIS CAPITULIS, QUÆ AD IUS CURAMQUE ET REVERENTIAM PONTIFICALEM PERTINENT.

inscriptio Ὁ αὐτὸς βασιλεὺς (Ἰουστινιανὸς) Ἐπιφανίῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ τῆς εὐδαίμονος ταύτης πόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.

C.1.4.34pr. Σφόδρα πιστεύομεν, ὡς ἡ τῶν ἱερέων καθαρότης τε καὶ εὐκοσμία καὶ ἡ πρὸς τὸν δεσπότην θεὸν καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν συντονία καὶ αἱ παρ’ αὐτῶν ἀναπεμπόμεναι διηνεκεῖς εὐχαὶ πολλὴν εὐμένειαν τῇ καθ’ἡμᾶς πολιτείᾳ καὶ αὔξησιν παρέχονται· δι' ὧν ἔστιν ἡμῖν καὶ βαρβάρων κρατεῖν καὶ γίνεσθαι κυρίοις ἐκείνων, ἃ πρόσθεν οὐκ εἴχομεν․ καὶ ὅσῳπερ ἂν τὰ τῆς αὐτῶν αὔξηται σεμνότητός τε καὶ κοσμιότητος, τοσούτῳ καὶ τὴν ἡμετέραν πολιτείαν ἐπιδιδόναι πιστεύομεν․ εἰ γὰρ οἱ μὲν παρέχοιντο βίον σεμνόν τε καὶ πανταχόθεν ἀνεπίληπτον, τὸν δὲ λοιπὸν ἅπαντα λαὸν νουθετοῖεν, ὥστε πρὸς τὴν αὐτῶν σεμνότητα βλέποντα τῶν πολλῶν ἁμαρτημάτων ἀπέχεσθαι, πρόδηλον, ὡς ἐντεῦθεν αἵ τε ψυχαὶ πᾶσι βελτίους ἔσονται καὶ ῥᾳδίως ἡμῖν ἐνδοθήσεται παρὰ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φιλανθρωπία προσήκουσα.

C.1.4.34.1 Ταῦτα τοίνυν ἡμῖν ἀνασκοπουμένοις προσήγγελται παραδόξως τινὰς τῶν εὐλαβεστάτων διακόνων, ἔτι γε μὴν καὶ πρεσβυτέρων (τὸ γὰρ ἔτι πορρωτέρω τούτου καὶ εἰπεῖν ἐρυθριῶμεν, φαμὲν δὴ τὸ τῶν θεοφιλῶν ἐπισκόπων), ὡς τούτων τινὲς οὐκ αἰσχύνονται οἱ μὲν αὐτόθεν κύβων ἅπτεσθαι καὶ τὴν οὕτως ἀσχήμονα καὶ αὐτοῖς τοῖς ἰδιώταις παρ' ἡμῶν κατὰ τὸ πλεῖστον ἀπηγορευμένην θέαν μετιέναι, οἱ δὲ τὴν τοιαύτην παιγνίαν οὐκ αὐτουργοῦσιν, ἀλλ' ἢ κοινωνοῦσι τοῖς πράττουσιν ἢ κάθηνται θεαταὶ πράξεως ἀτόπου, καὶ θεῶνται μὲν σὺν ἐπιθυμίᾳ πάσῃ τὰ πάντων ἀτοπώτατα, λόγων δὲ ἀκούουσι βλασφήμων, οὓς ἐν τοῖς τοιούτοις ἀνάγκη γίνεσθαι, μολύνουσί τε τὰς ἑαυτῶν χεῖρας τάς τε ὁράσεις τάς τε ἀκοὰς οὕτω κατεγνωσμένοις καὶ ἀπηγορευμένοις παιγνίοις· οἱ δὲ καὶ ἀπαρακαλύπτως ἢ ταῖς τῶν ἵππων ἁμίλλαις ἢ παραβάλλουσιν ἢ καὶ προκαλοῦνταί τινας ὑπὲρ τῆς τῶν ἵππων ἥττης ἢ νίκης, ἢ δι' ἑαυτῶν ἢ διά τινων ἑτέρων οὐκ εὐσχημόνως τὰ τοιαῦτα παίζοντες, ἢ τῶν ἐν σκηνῇ καὶ θυμέλαις θεαταὶ γίνονται παιγνίων, ἢ ταῖς ἐν θεάτροις τῶν μαχομένων πρὸς τὰ θηρία μάχαις παραγίνονται καὶ οὐκ ἐννοοῦσιν, ὡς καὶ τοῖς ἄρτι μυουμένοις καὶ τῶν προσκυνητῶν ἀξιουμένοις μυστηρίων αὐτοὶ προκηρύττουσιν ἀποτάττεσθαι τῇ τοῦ ἀντικειμένου δαίμονος λατρείᾳ τε καὶ πάσῃ πομπῇ, ἧς οὐκ ἐλάχιστον μέρος τὰ τοιαῦτα καθέστηκε.

C.1.4.34.2 Πολλάκις μὲν αὐτοῖς τὰ τοιαῦτα φυλάττεσθαι προηγορεύσαμεν· ὁρῶντες δὲ συχνὴν τὴν περὶ τούτων γινομένην ἡμῖν προσαγγελίαν εἰς ἀνάγκην ἤλθομεν ἐπὶ τὸν παρόντα νόμον διὰ τὴν ὑπὲρ εὐσεβείας ἀφικέσθαι σπουδὴν καὶ ἅμα μὲν ὑπὲρ τῆς ἱερωσύνης αὐτῆς, ἅμα δὲ ὑπέρ τε τοῦ κοινῇ τῇ πολιτείᾳ συμφέροντος.

C.1.4.34.3 Καὶ θεσπίζομεν μηδένα μήτε διάκονον μήτε πρεσβύτερον καὶ πολλῷ μᾶλλον ἐπίσκοπον (ὅπερ καὶ ἄπιστον ἴσως ἂν δόξειεν, ὧν ἐν ταῖς χειροτονίαις εὐχαί τε εἰς τὸν δεσπότην ἀναπέμπονται Χριστὸν τὸν θεὸν ἡμῶν καὶ ἐπίκλησις τοῦ ἁγίου καὶ προσκυνητοῦ γίνεται πνεύματος καὶ ταῖς αὐτῶν κεφαλαῖς ἢ ταῖς χερσὶν ἐπιτίθεται ἢ ἐπιδίδοται τὰ ἁγιώτατα τῶν παρ' ἡμῖν μυστηρίων, ὅπως ἂν αὐτοῖς τὰ αἰσθητήρια πάντα καθαρά τε γένοιτο καὶ καθιερωθείη θεῷ) μηδένα τοίνυν τούτων τολμᾶν τοῦ λοιποῦ μετὰ τόνδε τὸν θεῖον ἡμῶν νόμον ἢ κυβεύειν τὴν οἱανοῦν τῶν κύβων παιδιὰν ἢ τοῖς τοῦτο πράττουσι κοινωνεῖν ἢ παρακαθῆσθαι καὶ τέρπεσθαι καὶ συνδιατίθεσθαι τοῖς γινομένοις ἢ παραβάλλειν ταῖς δημώδεσι ταύταις θέαις, ἃς ἔμπροσθεν εἰπόντες ἔφθημεν, καί τι τῶν ἐπ' αὐταῖς ἀπηγορευμένων ποιεῖν, ἀλλὰ πάσης πρὸς ταῦτα μετουσίας τὸ λοιπὸν ἀπέχεσθαι.

C.1.4.34.4 Τὸ γὰρ ἤδη προειληφός, εἰ καὶ ἀναζητεῖν ἐχρῆν ἢ καὶ μὴ μετιέναι προσηκόντως, ὅμως διὰ φιλανθρωπίαν συγχωροῦμεν, τὴν ἐκ τοῦ παρόντος νόμου παρατήρησιν ἅπασιν εἰς τὸν λοιπὸν ἐπιτιθέντες χρόνον․ προσῆκον γάρ ἐστιν αὐτοῖς νηστείαις τε καὶ ἁγνείαις καὶ ταῖς ἀσκήσεσι τῶν θείων λογίων καὶ ταῖς ὑπὲρ πάντων σχολάζειν εὐχαῖς, ἀλλὰ μὴ ταῦτα καταλιμπάνοντας τῶν παντάπασι βεβήλων τε καὶ ἀπηγορευμένων ἅπτεσθαι.

C.1.4.34.5 Ταὐτὸ δὲ τοῦτο θεσπίζομεν καὶ ἐπὶ τῶν λοιπῶν κληρικῶν, ὑποδιακόνων τε καὶ ἀναγνωστῶν φαμεν, οἵπερ καὶ αὐτοὶ τῆς τε ἱερᾶς τραπέζης καὶ παντὸς τοῦ περὶ τὰς ἁγιωτάτας ἐκκλησίας κόσμου καθεστᾶσιν ὑπουργοί τε καὶ ὑπηρέται καὶ τὰ θεῖα μεταχειριζόμενοι λόγια τὰς ἱερὰς ἡμῖν ἐκ τῶν εὐαγῶν ἡμῶν βιβλίων οἱ μὲν ἀναγινώσκουσι γραφάς, οἱ δὲ ὑμνοῦσιν ᾠδάς.

C.1.4.34.6 Εἰ δέ τις τοῦ λοιποῦ τοιοῦτό τι πράττων φανείη καὶ προσαγγελθείη τοῦτο ἢ κατὰ ταύτην τὴν εὐδαίμονα πόλιν τῇ σῇ ἁγιωσύνῃ ἢ κατὰ τὰς ἐπαρχίας τοῖς ὑπ' αὐτὴν τεταγμένοις θεοφιλεστάτοις μητροπολίταις καὶ τοῖς λοιποῖς ἐπισκόποις, ὧν τὴν χειροτονίαν ὁ τῆς σῆς μακαριότητος ποιεῖται θρόνος, καὶ τοιαύτη τις ἐπέλθοι μέμψις ἢ διακόνῳ ἢ πρεσβυτέρῳ καὶ πολλῷ μᾶλλόν τινι τῶν θεοφιλεστάτων ἐπισκόπων, τὴν σὴν ἐνταυθοῖ μακαριότητα κἀν ταῖς ἐπαρχίαις τοὺς ὑπὸ σὲ θεοφιλεστάτους μητροπολίτας καὶ τοὺς ὑπ' αὐτοὺς ἐπισκόπους ταῦτα σὺν ἀκριβείᾳ πάσῃ κατὰ τὴν τῆς ἱερωσύνης τάξιν ζητεῖν καὶ ἀνερευνᾶν, μηδὲ πάρεργον ποιεῖσθαι τὴν ἐξέτασιν, ἀλλὰ καὶ μαρτύρων ἀξιοπίστων ἀκούειν καὶ διὰ πάσης ὁδοῦ χωρεῖν, ὥστε τὸ ἀληθὲς λαβεῖν․ ὥσπερ γὰρ αὐτοὺς τῶν τοιούτων εἴργομεν, οὕτω καὶ συκοφαντεῖσθαι παρά τινων κωλύομεν.

C.1.4.34.7 Καὶ εἰ πανταχόθεν τῆς ἐξετάσεως τῶν θείων προκειμένων λογίων γινομένης ἀληθῶς ἔχειν ἡ μέμψις φανείη καὶ ἀποδειχθείη διάκονος ἢ πρεσβύτερος ἢ κυβεύων ἢ κοινωνῶν τοῖς κυβεύουσιν ἢ ταῖς τοιαύταις παρακαθήμενος ματαιότησιν ἢ ταῖς εἰρημέναις παραβάλλων θέαις, ἢ καὶ ἴσως τις τῶν θεοφιλεστάτων ἐπισκόπων (ὅπερ οὐδὲ ἔσεσθαι πιστεύομεν ὅλως) τοιαύτης τινὸς ἀνάσχηται θέας ἢ τοῖς κψβεύουσι προσκαθεσθῆναι καὶ συνδιατίθεσθαι τοῦ λοιποῦ θαρρήσειε, τὸν τοιοῦτον εὐθὺς ὑπὸ τῆς σῆς μακαριότητος ἢ ὑπὸ τοῦ μητροπολίτου ἢ τοῦ γε θεοφιλεστάτου ἐπισκόπου, ὑφ' ὃν τέτακται, εἴπερ τις τῶν εἰρημένων εἴη κληρικῶν, τῆς ἱερᾶς ἀφορίζεσθαι λειτουργίας, ἐπιτίθεσθαί τε αὐτῷ κανονικὸν ἐπιτίμιον καὶ ὁρίζεσθαι χρόνον, οὗπερ ἐντὸς προσῆκόν ἐστιν αὐτὸν νηστείαις τε καὶ ἱκεσίαις χρώμενον τὸν μέγαν ἐξιλάσκεσθαι θεὸν ὑπὲρ τοῦ τοιούτου πλημμελήματος.

C.1.4.34.8 Καὶ εἰ μὲν ἐπὶ τὸν ὁρισθέντα χρόνον ὁ τὸ τοιοῦτον ἐπιτίμιον δεχόμενος μείνειε δάκρυσί τε καὶ μετανοίᾳ καὶ νηστείᾳ καὶ τῇ πρὸς τὸν δεσπότην θεὸν εὐχῇ ἄφεσιν τοῦ πλημμελήματος ἐξαιτῶν, τηνικαῦτα τὸν ὑφ' ᾧ τέτακται ταῦτα ἀκριβῶς μανθάνοντα καὶ περιεργαζόμενον κοινὴν μὲν ὑπὲρ αὐτοῦ ποιεῖν εὐχὴν γίνεσθαι, σὺν πάσῃ δὲ ἀκριβείᾳ παρεγγυᾶν αὐτῷ τοῦ λοιποῦ τῆς τοιαύτης ἱερωσύνης ὕβρεως ἀπέχεσθαι· καὶ εἰ νομίσειεν αὐτὸν αὐτάρκως πρὸς μετάνοιαν ἐλθεῖν, τηνικαῦτα τῆς ἱερατικῆς αὐτῷ μεταδιδότω φιλανθρωπίας.

C.1.4.34.9 Εἰ δὲ καὶ μετὰ τὸν ἀφορισμὸν εὑρεθείη μήτε γνησίως τῇ μετανοίᾳ χρώμενος περιφρονῶν τε τοῦ πράγματος καὶ καθαρῶς ὑπὸ τοῦ ἀντικειμένου κατειλημμένος τὴν ψυχήν, οὗτος μὲν αὐτὸν ὁ ἱερεὺς ὑφ' ᾧ τελεῖ τῶν ἱερατικῶν ἐξωθείτω καταλόγων παντάπασιν αὐτὸν καθαιρῶν.

C.1.4.34.10 Ὁ δὲ οὐκέτι παντελῶς ἄδειαν ἕξει πρὸς ἱερατικὴν ἐλθεῖν τάξιν․ ἀλλ' εἰ μὲν ἔχοι περιουσίαν, τὸ τῆς πόλεως ἐκείνης βουλευτήριον, καθ' ἣν ἱερᾶτο πρότερον, ἢ εἴπερ οὐκ ἔχοι βουλευτήριον ἡ πόλις, ἕτερον βουλευτήριον τῆς ἐπαρχίας, ὅπερ μάλιστα χρήζει βουλευτοῦ, παραλήψεται τοῦτον τὸ λοιπὸν ἅμα τῇ περιουσίᾳ δουλεύοντα․ εἰ δὲ οὐσίαν οὐκ ἔχοι, ταξεώτης τὸ λοιπὸν ἔσται τῆς ἐπιχωρίου τάξεως ἀντὶ τοῦ πρόσθεν ἱερέως καί, ἐπειδὴ τὴν τοῦ θεοῦ τάξιν ἐκλέλοιπεν, ἔσται ταξεώτης ἐπιχώριος, ταύτην ἑαυτῷ τὴν αἰσχύνην ἀντὶ τῆς ἔμπροσθεν τιμῆς ἐπιθείς.

C.1.4.34.11 Ταῦτα τοίνυν ἅπαντα θεσπίζομεν ἐπὶ μὲν τῆς εὐδαίμονος ταύτης πόλεως τὴν σὴν φυλάττειν ἁγιωσύνην καὶ τοὺς καθ' ἑκάστην ἁγιωτάτην ἐκκλησίαν ἐκδίκους τε καὶ οἰκονόμους, οἷς ἐπιμελὲς ἔσται τὰ τοιαῦτα καὶ ἀναζητεῖν καὶ προσαγγέλλειν καὶ τοὺς ἁλισκομένους ἀφαιρεῖσθαι τῆς διδομένης αὐτοῖς παρὰ τῶν ἁγιωτάτων ἐκκλησιῶν σιτήσεώς τε καὶ χορηγίας· ἐν δὲ ταῖς ἐπαρχίαις οἵ τε ὑπὸ τῇ σῇ μακαριότητι τεταγμένοι θεοφιλέστατοι μητροπολῖται καὶ πρός γε οἱ ὑπ' αὐτοὺς θεοσεβεῖς ἐπίσκοποι καὶ οἱ τούτων ἐκκλησιέκδικοι καὶ οἰκονόμοι καὶ αὐτοὶ τὸν ἴσον τρόπον, καθ' ὅνπερ ἔμπροσθεν εἴπομεν, τῷ πράγματι χρώμενοι καὶ τὸ ἱερατικὸν σέβας πανταχόθεν ἀνεπίληπτόν τε καὶ ἀμώμητον φυλάττοντες.

C.1.4.34.12 Παραφυλάξουσι δὲ ταῦτα καὶ οἱ ἐνδοξότατοι τῶν ἱερῶν ἡμῶν πραιτωρίων ὕπαρχοι, φαμὲν δὲ τοὺς τῆς Ἑῴας ἐπὶ τοῖς ὑποτεταγμένοις ἔθνεσι τῇ αὐτῶν δικαιοδοσίᾳ οἵ τε τῆς Ἰλλυρίδος οἵ τε τῆς Ἄφρων προεστῶτες διοικήσεως καὶ αἱ πειθόμεναι τάξεις αὐτοῖς καὶ οἱ λαμπρότατοι τῶν ἐπαρχιῶν ἄρχοντες καὶ οἱ τῶν πόλεων ἔκδικοι, αὐτοὶ μὲν οἱ τὰς μεγάλας ἀρχὰς ἄρχοντες ἀγανάκτησιν ἡμετέραν ὑφορώμενοι, αἱ δὲ πειθόμεναι τάξεις αὐτοῖς δέκα χρυσίου λιτρῶν ἀγωνιῶσαι ποινήν, ἄρχοντες δὲ ἐπιχώριοι μείζους τε καὶ ἐλάττους καὶ αἱ πειθόμεναι τάξεις αὐτοῖς καὶ πρός γε οἱ τῶν πόλεων ἔκδικοι ἀνὰ πέντε χρυσίου λιτρῶν ποινὴν εὐλαβούμενοι, εἰ ταῦτα μαθόντες μὴ προσαγγείλαιεν καὶ αὐτοὶ τοῖς ἱερεῦσι, τουτέστιν ἢ τοῖς θεοφιλεστάτοις ἐπισκόποις ἢ τοῖς ὁσιωτάτοις μητροπολίταις ἢ τοῖς ἑκάστης διοικήσεως ἁγιωτάτοις πατριάρχαις, καθ' ἣν ἂν ἕκαστος τελοίη χώραν, ὥστε ἐκείνους ταῦτα μαθόντας κατὰ τὸ ἔμπροσθεν διωρισμένον ἅπασιν ἐπεξελθεῖν, καί, ἐπειδὰν παρ' αὐτῶν ὁ ἐπὶ τοῖς τοιούτοις ἁλοὺς καθαιρεθείη, μὴ τῇ βουλῇ τῆς πόλεως ἢ τῇ τάξει τοῦτον παραδοθῆναι παρασκευάσαιεν.

C.1.4.34.13 Καὶ ὁ ἐνδοξότατος ὕπαρχος τῆς εὐδαίμονος ταύτης πόλεως ταῦτα παραφυλάξει, εἴπερ ἐπὶ ταύτης ἁμαρτάνοιτο τῆς βασιλίδος ἡμῶν πόλεως, ἅμα τῇ πειθομένῃ αὐτῷ τάξει, αὐτὸς μὲν ἀγανάκτησιν ἡμετέραν ὑφορώμενος, ἡ δὲ αὐτοῦ τάξις δέκα χρυσίου λιτρῶν εὐλαβουμένη ποινήν.

C.1.4.34.14 Ἀλλ' ἡμεῖς μὲν ταῦτα νομοθετικῶς πεπράχαμεν․ ἐκεῖνο δὲ τῶν ἀνωμολογημένων ἐστίν, ὡς ἡμῖν μὲν ἀφωσίωται πρὸς τὸν θεὸν ὑπὲρ τῆς εἰς αὐτὸν τῶν ἱερέων σεμνότητος.

C.1.4.34.15 Εἰ δὲ αὐτοί τι παραβαίνοιεν τῶν τεταγμένων καὶ παραπροσποιοῖντο καὶ μὴ ἐπεξίοιεν, ἀλλά τινα δῆθεν φιλανθρωπίαν οὐκ ἐπαινετὴν ἕλοιντο, πρὸς τὰς ἐξ οὐρανοῦ ποινὰς ἕξουσι καὶ τὴν ἐκεῖθεν κρίσιν, ἥτις αὐτοῖς ἐν αὐτῷ τῷ τοῦ θεοῦ παραστήσεται βήματι τὴν οὐκ εὐπρεπῆ παραπροσποίησιν ἐλέγχουσά τε καὶ μετιοῦσα.

C.1.4.34.16 Εἰ δὲ καί τις τῶν πολιτικῶν ἀρχόντων μειζόνων τε καὶ ἐλαττόνων ἢ ταξεωτῶν ἢ ἐκδίκων ἢ μαθὼν ταῦτα μὴ μηνύσειεν ἢ ἐπεξελθεῖν ἐξὸν ῥᾳθυμήσειεν ἢ καὶ τὸ πρᾶγμα μισθοῦ καταπροδοίη, ἴστω, ὡς πρὸς ταῖς ἠπειλημέναις παρ' ἡμῶν ποιναῖς ἕξει καὶ τὴν παρὰ τοῦ μεγάλου θεοῦ τιμωρίαν ἑπομένην καὶ ἔνοχος ἔσται ταῖς ἀραῖς ἁπάσαις ταῖς τοῖς ἱεροῖς περιεχομέναις βιβλίοις.

C.1.4.34.17 Ὥσπερ δὲ ταῦτα ἡμῖν δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν τοῦ δεσπότου νενομοθέτηται θεραπείαν, οὕτω κἀκεῖνο προστίθεμεν, ὥστε τὰς ἐξετάσεις σὺν ἀκριβείᾳ γίνεσθαι καὶ μηδένα συκοφάντην ἐπανίστασθαί τισι καὶ ψευδοκατηγορεῖν ἢ ψευδομαρτυρεῖν ἐν τοῖς τοιούτοις.

C.1.4.34.18 Καθάπερ γὰρ τοῖς ἱερεῦσιν, εἴ τι τοιοῦτο πράξαιεν, τηλικαύτας ἐπεθήκαμεν ποινάς, οὕτω καὶ τοῖς συκοφαντεῖν αὐτοὺς πειρωμένοις τὰς ἐξ οὐρανοῦ καὶ τῶν ἡμετέρων νόμων ποινὰς ἐπικεῖσθαι βουλόμεθα, εἰ προσαγγείλαντες εἶτα ἐπεξελθεῖν μὴ βουληθεῖεν ἢ συστῆναι ταῖς τοιαύταις κατηγορίαις οὐκ ἰσχύσαιεν· πανταχόθεν τῆς ἰσότητος καὶ δικαιοσύνης, ἣν διὰ πάσης τιμῶμεν πράξεως καὶ μάλιστα ἐν τῇ θέσει τῶν νόμων, ἀντεχόμενοι.

subscriptio D․ prid․ non․ Nov․ Constantinopoli dn․ Iustiniano pp. A․ IIII et Paulino vc․ conss.[a․ 534]

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑