Codex Iustinianus 1.4.26
inscriptio Ὁ αὐτὸς βασιλεὺς (Ἰουστινιανὸς) Ἰουλιανῷ ἐπάρχῳ πραιτωρίων.
C.1.4.26pr. Περὶ τῶν καθ' ἕκαστον ἔτος ταῖς πόλεσι προσιουσῶν πολιτικῶν προσόδων ἢ πόρων ἐκ δημοσίων ἢ ἐξ ἰδιωτικῶν χρημάτων παρά τινων αὐταῖς ἢ καταλιμπανομένων ἢ δωρουμένων ἢ ἄλλως ἐπινοουμένων ἢ περιποιηθησομένων, εἴτε εἰς ἔργα εἴτε εἰς σιτωνίαν εἴτε εἰς δημόσιον ὁλκὸν εἴτε εἰς ἐκκαύσεις βαλανείων εἴτε εἰς λιμένας εἴτε εἰς τειχῶν ἢ πύργων οἰκοδομὰς ἢ γεφυρῶν ἢ ὁδοστρωσιῶν ἐπανόρθωσιν ἢ ἁπλῶς εἰς τὰς τῶν πολιτικῶν χρείας προχωρούντων, εἴτε ἀπὸ δημοσίων εἴτε ἀπὸ ἰδιωτικῶν ὡς εἴρηται προφάσεων, θεσπίζομεν εἰς ταὐτὸν συνιόντας τὸν θεοφιλέστατον ἐπίσκοπον τρεῖς τε τῶν εὐυπολήπτων καὶ ἐν ἅπασι προεχόντων κατὰ τὴν πόλιν ἔτους ἑκάστου ἐποπτεύειν τε τὰ γενόμενα ἔργα καὶ παρασκευάζειν μετρεῖσθαι καὶ λογοθετεῖν τοὺς ταῦτα διοικοῦντας ἢ διοικήσαντας, καὶ ἐπὶ πράξεως ὑπομνημάτων φανερὸν γίνεσθαι τὸ πεπληρῶσθαι τὰ ἔργα, ἢ δεδιοικῆσθαι τά τε σιτωνικὰ χρήματα τά τε λουτρωνικὰ ἢ περὶ ὁδοστρωσίας ἢ περὶ ὁλκοὺς ὑδάτων ἢ ἕτερα τοιαῦτά τινα.
C.1.4.26.1 Ἅπερ ἅπαντα ἀμείωτα μένειν εἰς τὸν ἅπαντα βουλόμεθα χρόνον καὶ ἐπὶ τῆς πράξεως τῶν ὑπομνημάτων δηλοῦσθαι, ὡς ἀνεύθυνός ἐστιν ὁ ταῦτα διοικήσας ἢ καὶ ὑπεύθυνος μὲν ὤφθη, τὸ δὲ ὀφειλόμενον ἀπέδωκεν· καὶ οὕτως ἔχειν ἀσφάλειαν τὸν ταύτης τετυχηκότα τῆς πράξεως․ στελοῦμεν γὰρ ἡμεῖς, ἡνίκα ἂν βουληθείημεν, τὸν ἡμῖν δοκοῦντα, ὃς ἐποπτεύσει τὰ παρ' αὐτῶν γενόμενα λογοθέσια καί, εἴπερ ὀρθῶς ἔχοντα εὕροι, ψῆφον ποιήσεται τὸ ἀσφαλὲς αὐτοῖς καὶ κληρονόμοις αὐτῶν καὶ διαδόχοις τελείως περιποιοῦσαν, ἐφ' ᾧ μηκέτι δευτέρων λόγων ἢ ζητήσεων ἀφορμὰς ὑπολελεῖφθαι․ πάντων ἐπὶ τῶν ἁγίων εὐαγγελίων οὕτως σὺν ἀκριβείᾳ πραττομένων, ὡς τῆς ἡμετέρας αὐτοῖς ἐπιστησομένης, ἡνίκα ἂν βουληθείημεν, ἐξετάσεως.
C.1.4.26.2 Χρὴ μέντοι σπεύδειν τὸν θεοφιλέστατον ἐπίσκοπον καὶ τοὺς σὺν αὐτῷ ποιουμένους τοὺς λογισμούς, ὅπως, ἂν τὰ ἔργα εἰς ἀπέραντα τῆς δαπάνης ἀφορισθῇ, καθ' ἕκαστον ἔτος ἐπιμελῶς γένοιτο ἐκ τῶν πολιτικῶν ἀνανεούμενα πόρων τε καὶ προσόδων.
C.1.4.26.3 Εἰ μέντοιγε μὴ βουληθείη λογισμοὺς ὑποσχεῖν ὁ ταῦτα διοικήσας μηδὲ ἀνάσχοιτο τοῦ θεοφιλεστάτου τῶν τόπων ἐπισκόπου καὶ τῶν κτητόρων τῶν πρὸς τοῦτο ἀφωρισμένων εἰς λογισμοὺς αὐτὸν καλούντων, τηνικαῦτα ἀναγκάζεσθαι τοῦτο πράττειν διὰ τοῦ λαμπροτάτου τῆς ἐπαρχίας ἄρχοντος καὶ τῆς πειθομένης αὐτῷ τάξεως, ζημίας πάσης χωρὶς συνωθούμενον, ἐφ' ᾧτε πᾶσι τρόποις λογισμοὺς ὑπέχειν τῷ θεοφιλεστάτῳ τῆς πόλεως ἐπισκόπῳ καὶ τοῖς πρωτεύουσι τῶν πόλεων καὶ τὸ φαινόμενον ἐποφείλεσθαι παρ' αὐτοῦ ἀποδοῦναι τῇ πόλει.
C.1.4.26.4 Πᾶσαν δὲ ἄδειαν ἀναιροῦμεν τοῖς ἡμετέροις ἄρχουσι πέμπειν ἐν ταῖς χώραις discussoras ἢ λογοθέτας ἢ ἐξισωτὰς ἐπὶ ταῖς τῶν δημοσίων λογισμῶν ἐξετάσεσιν· ἀλλ' εἴ τι τοιοῦτο πράξαιεν παρὰ γνώμην ἡμετέραν, τηνικαῦτα, εἰ μὲν θεῖός τισι τύπος κατὰ συναρπαγὴν πορισθείη, ἄδειαν εἶναι τῷ θεοφιλεστάτῳ τῆς πόλεως ἐπισκόπῳ προσδέχεσθαι μὲν τὸν θεῖον τύπον, μηνύειν δὲ εἰς ἡμᾶς, ὅπως ἂν ἡμεῖς γνοίημεν, εἴτε κατὰ θείαν ἡμῶν πρόσταξιν πρὸς αὐτὴν τὴν ἀρχὴν γεγραμμένην εἴτε κατὰ συναρπαγὴν γέγονεν, ὥστε εἰ κατά τινα γενόμενος φανείη συναρπαγήν, τηνικαῦτα τὸ γενόμενον ἄκυρον εἶναι κίνδυνόν τε ὑποστῆναι τὸν τοῦτο πορισάμενον.
C.1.4.26.5 Εἰ δέ τινος τῶν ἡμετέρων ἀρχόντων πεμφθείη ψῆφος ἢ καὶ κομμωνιτώριον ἢ πρόσταγμά τι καὶ λογοθέσιον περὶ τούτων τῶν προειρημένων κεφαλαίων ἐπιτραπείη, παντὶ βουλόμεθα τρόπῳ τὸν θεοφιλέστατον τῆς πόλεως ἐπίσκοπον καὶ τοὺς ἐν τῇ πόλει πρωτεύοντας μὴ προσίεσθαι ταῦτα, ἀλλὰ ἄδειαν εἶναι καὶ τῷ τῆς ἐπαρχίας ἡγουμένῳ καὶ αὐτοῖς γε δὴ τοῖς κτήτορσι καὶ πολίταις διωθεῖσθαι τὰς τοιαύτας προστάξεις καὶ μηδὲ ὀβολὸν ἕνα ταύτης ἕνεκα τῆς αἰτίας παρέχειν․ εἰ δὲ τοῦτο ῥᾳθυμήσειεν ὁ θεοφιλέστατος ἐπίσκοπος, ἕξει μὲν δυσμενῆ τὸν δεσπότην θεὸν καὶ βασιλικὴν ἀγανάκτησιν ἀναμενέτω, ὅτι σιγὴν ἐσίγησεν ἀνελευθέραν τε καὶ ἱερατικῆς παρρησίας ἀναξίαν.
C.1.4.26.6 Ἀλλὰ καὶ εἴ τις ἐμφανίζει κατὰ χώραν ἢ ἀρχόντων οἱωνδήποτε ἢ ὑπάτων προαγωγὰς ἢ γενικοὺς τύπους τῶν ἐνδοξοτάτων ὑπάρχων ἢ καὶ ἑτέρου τινὸς τῶν ἡμετέρων ἀρχόντων, ἢ καὶ διατάξεων ἢ θείων κομμωνιτωρίων ἢ γραμμάτων γενικῶν μέντοι ἐμφανίσεις ποιοῖτο ἢ καὶ ἀνδριάντων βασιλικῶν καθιδρύσεις, μὴ εἶναι τούτῳ παρρησίαν περαιτέρω ἓξ νομισμάτων ἐφ' ἑκάστῃ μηνύσει ἢ ἐφ' ἑκάστῳ τύπῳ ἢ ἑκάστῃ διατάξει ἢ θείῳ κομμωνιτωρίῳ ἢ γράμματι γενικῷ ἢ ἀνδριάντων καθιδρύσει κομίζεσθαι καθ' ἑκάστην ἐπαρχίαν εἰς ἣν ταῦτα παρέλαβεν, ὥστε, ὁπόσας ἂν ἔχοι πόλεις ἡ ἐπαρχία, μηδὲν αὐτῷ διαφέρειν, ἀλλὰ τοὺς ἓξ μόνους κομίζεσθαι χρυσοῦς.
C.1.4.26.7 Εἰ δέ τι πλέον κομίσοιτο, τοῦτο τετραπλάσιον ἀποδοῦναι, ἄδειαν ἔχοντος καὶ τοῦ τῆς πόλεως ἐπισκόπου τοῦτο κωλύειν, κἀνταῦθα τῶν ἴσων ἐπικειμένων ποινῶν, τοῦτ' ἔστι τῶν ἀνὰ δέκα τοῦ χρυσίου λιτρῶν τῷ τε τῆς ἐπαρχίας ἡγουμένῳ τῇ τε πειθομένῃ τάξει καὶ τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ, εἴπερ ἐνδοῖεν αὐτοῖς ὑπεραπαιτεῖν βουλομένοις, ἀλλὰ μὴ πᾶσι τρόποις τοῦτο κωλύωσιν.
C.1.4.26.8 Οὐδενὶ δὲ παντελῶς ἐφίεμεν τῶν ἡμετέρων ἀρχόντων τοιούτους τινὰς τύπους ἐν ταῖς ἐπαρχίαις ἐκπέμπειν περὶ τῆς τῶν ὑδρορρόων ἤτοι ὑπονόμων ἀνακαθάρσεως ἢ περὶ τῆς τῶν οἰκοδομημάτων πρὸς τοῖς τείχεσι καθαιρέσεως ἢ τῶν ἐν ταῖς στοαῖς γενομένων καταλύσεως ἢ τῶν καλουμένων προδουλειῶν καὶ ἐρειπίων τόπων ἤτοι μεσοστύλων ἀνατροπῆς ἢ περὶ εἰκόνων ἢ τοιουτοτρόπων ὅλως ἐπινοιῶν ἢ πολιτικῶν ἁπλῶς ζητήσεων, ἀλλ' ἐξέστω τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ τῆς πόλεως καὶ τοῖς ἐν τῇ πόλει πρωτεύουσι καὶ τοῖς τῶν ἐπαρχιῶν ἡγουμένοις καὶ κτήτορσι καὶ πολίταις τοιούτου τινὸς ἐμφανισθέντος τύπου μὴ προσίεσθαι τοῦτον, ἀλλὰ κωλύειν καὶ διωθεῖσθαι πάντα ἐκβιβασμὸν καὶ πᾶσαν εἴσπραξιν ἐντεῦθεν ἐπαγομένην, τῆς αὐτῆς ἐπούσης ποινῆς καὶ κατὰ τῶν θεοφιλεστάτων ἐπισκόπων, εἰ μὴ τοῦτο κωλύσαιεν.
C.1.4.26.9 Δεῖ δὲ τὸν θεοφιλέστατον ἐπίσκοπον τόν τε πατέρα τούς τε λοιποὺς ἐν ὑπολήψει κτήτορας προνοεῖν τοῦ μηδένα τόπον πολιτικὸν ἢ δημόσιον πρὸς τῷ τείχει ἢ ἐν ταῖς δημοσίαις στοαῖς ἢ πλατείαις ἢ ὁπουδήποτε κείμενον συγχωρεῖν ὑπό τινος ἀλόγως κατέχεσθαι μηδὲ ἐκδιδόναι πολιτικόν τινα τόπον χωρὶς ἡμετέρου θείου τύπου τισί.
C.1.4.26.10 Τοὺς δὲ αὐτοὺς καὶ τὰ περὶ τῶν καλουμένων νομῶν τοῦ ὕδατος δηλαδὴ τῶν ἐκ θείου τύπου τισὶν ὑπηργμένων ἀναζητεῖν καὶ μὴ τὸν μὲν πλέον τὸν δὲ ἔλαττον τοῦ προσήκοντος ἔχειν.
C.1.4.26.11 Ἀλλ' οὐδὲ προφάσει ἐγγυητικῶν ζημίαις τοὺς ἡμετέρους ὑποτελεῖς ὑποβάλλεσθαι συγχωροῦμεν ἢ ὑπὲρ στάσεως ἐντολέως· ἀλλ' εἰ μὲν ἀκίνητον ἔχοιεν οὐσίαν ἀξιόχρεων οἱ ὑπομνησθέντες, ὅρκου γραμματεῖον ἐκτίθεσθαι μόνον· εἰ δὲ οὐκ ἔχοιεν, τηνικαῦτα μὲν ἐγγύην ἄχρι τῆς ἤδη κρατούσης ποσότητος παρέχειν, χωρὶς μέντοι ζημίας ἁπάσης.
C.1.4.26.12 Εἰ δὲ ἀμφισβητοῖεν οἱ πράκτορες περὶ τῆς τῶν ἐγγυητῶν ἀξιοπιστίας ἢ τῆς διωμοσίας, κοινῇ συνιόντας εἰς ταὐτὸ τὸν θεοφιλέστατον ἐπίσκοπον τόν τε πατέρα τόν τε ἔκδικον τῆς πόλεως κρίνειν τὸν ἀξιόπιστον φαινόμενον ἐγγυητὴν πρὸς τὴν τῆς ἐναγωγῆς ποσότητα καὶ ἀνάγκην ἔχειν τὸν πράκτορα δέχεσθαι τοῦτον ἐγγυώμενον, μηδὲν κομιζόμενον ὑπὲρ ἐγγυητικοῦ ἢ ἐξωμοσίας.
C.1.4.26.13 Πλὴν εἰ μὴ ἐξ ἰδικῆς ἡμῶν ἤ τινος τῶν μεγίστων ἀρχόντων προστάξεως κελευσθείη τὸ πρόσωπον ἀγαγεῖν, ἐγγυητῇ μὴ καταπιστεύσας· τηνικαῦτα γὰρ ἄδεια ἔσται τῷ πράκτορι ἐγγυητὴν μὴ κομίζεσθαι καὶ τοῦτο μέντοι πράττειν χωρὶς ἁπάσης ζημίας.
C.1.4.26.14 Κἀνταῦθα τῶν αὐτῶν κρατούντων ἐπιτιμίων κατά τε τοῦ θεοφιλεστάτου ἐπισκόπου καὶ τοῦ λαμπροτάτου τῆς ἐπαρχίας ἄρχοντος, εἴ τι τούτων παραβαθῆναι συγχωρήσαιεν ἢ παραβαινομένου τινὸς μὴ θᾶττον ταῦτα μηνύσαιεν.
C.1.4.26.15 Δηλαδὴ μὴ συγχωρούντων αὐτῶν μηδὲν πλέον τι τοῦ διωρισμένου μέτρου τῇ ἡμετέρᾳ διατάξει προφάσει σπορτούλων κομίζεσθαι μηδὲ διαγραφὴν ἐξ οἱασδήποτε αἰτίας ἐν ταῖς πόλεσιν ἐξ ἀνάγκης γίνεσθαι, πλὴν ἢ μόνον ἐκείνων τῶν αἰτιῶν, ἃς περὶ τὰς ἐμφανίσεις τῶν προαγωγῶν καὶ τῶν διατάξεων καὶ θείων ἢ γενικῶν κομμωνιτωρίων ἢ τύπων ἢ γραμμάτων καὶ τῶν τοιούτων ἁπάντων, περὶ ὧν ἐν τοῖς ἔμπροσθεν ἐνομοθετήσαμεν καὶ ἅπερ ἂν ὑπὲρ ἰδίας ὠφελείας καὶ σωτηρίας οἱ τῆς πόλεως βουληθεῖεν εἰς ἔργα πολιτικὰ τυχὸν ἢ εἰς σιτωνίαν ἢ εἰς ἑτέραν ἀρέσκουσαν ἅπασιν αἰτίαν κατὰ φιλοτιμίαν ποιήσασθαι, ἐξ ὧν τὸ κοινὸν τῆς πόλεως ὠφεληθήσεται· φυλαττομένων κατὰ τῶν παραβαίνειν ταῦτα ἐπιχειρούντων καὶ μὴ εἰς ἡμᾶς ἀγόντων θεοφιλεστάτων ἐπισκόπων τῶν ἤδη παρ' ἡμῶν ἠπειλημένων.
C.1.4.26.16 Δεῖ δὲ τὸν θεοφιλέστατον ἐπίσκοπον ἑκάστης πόλεως πάντα γινώσκοντα τὰ παρ' ἡμῶν ἐπὶ τούτοις διατεταγμένα καὶ μὴν καὶ ἀπαργυρισμοῦ μητάτων καὶ κωλύσεως ἀφοπλισμῶν καὶ τούτων, ὅσα περιέχεται τῇ θείᾳ ἡμῶν διατάξει τῇ περὶ τούτων ἐν κοινῷ γεγραμμένῃ, πέρας ἐπιτιθέναι προσῆκον.
subscriptio D․ VIII k․ Iul․ Chalcedone Lampadio et Oreste vv․ cc. conss.[a․ 530]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
