Codex Iustinianus 1.4.20
inscriptio [Αὐτοκράτωρ Ἰουστινιανὸς Α.]
C.1.4.20 Οὐδεὶς στρατεύεται, εἰ μὴ ἐν ὑπομνήμασι μαρτυρηθῇ ἐπὶ τριῶν ἐπὶ τῶν ἁγίων εὐαγγελίων Χριστιανὸς ὀρθόδοξος, συνισταμένης τῆς πράξεως παρὰ τῷ ἄρχοντι, ἔνθα μέλλει στρατεύεσθαι, δύο νομισμάτων ὑπὲρ αὐτῆς διδομένων․ εἰ δὲ τοῦτο παραμεληθῇ, δίδωσιν ὁ ἄρχων πεντήκοντα λίτρας καὶ ἡ τάξις αὐτοῦ κ’ καὶ ὁ στρατευσάμενος ι’ καὶ ἐκβάλλεται καὶ οἱ ψευδομαρτυρήσαντες σωματικῶς τιμωροῦνται καὶ αἱ ποιναὶ τοῖς πριβάτοις εἰσάγονται κινδύνῳ τοῦ κόμητος.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
