Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 1.3.ult

DE EPISCOPIS ET CLERICIS ET ORPHANOTROPHIS ET BREPHOTROPHIS ET XENODOCHIS ET ASCETERIIS ET MONACHIS ET PRIVILEGIO EORUM ET CASTRENSI PECULIO ET DE REDIMENDIS CAPTIVIS ET DE NUPTIIS CLERICORUM VETITIS SEU PERMISSIS.

inscriptio Ὁ αὐτὸς βασιλεὺς (Ἰουστινιανὸς) Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων.

C.1.3.55pr. Ὁ παρὼν νόμος εἰς ἑτέρου νόμου γεγραμμένου παρ' ἡμῶν ἀναφέρεται μνήμην, ὃν δὴ καὶ αὖθις ἐπικυρῶσαι μετά τινος καλλίονος ᾠήθημεν χρῆναι προσθήκης, μείζονα ποινὴν κατὰ τῶν πλημμελούντων ἐκφέροντες, οὐχ ὅτι ταῖς αὐξήσεσι χαίρομεν τῶν ποινῶν (οὐδὲν γὰρ ἡμῖν οὕτως ὡς φιλανθρωπία καταθύμιον), ἀλλ' ἵνα τῷ δέει τῆς τιμωρίας τοὺς ἁμαρτάνειν προῃρημένους τοῦ πλημμελεῖν εἴρξωμεν.

C.1.3.55.1 Ἴσμεν τοίνυν γράψαντες νόμον λέγοντα μηδεμίαν εἶναι παρρησίαν τοῖς τῶν ἁγιωτάτων ἐκκλησιῶν οἰκονόμοις ἢ τοῖς προεστῶσι ξενώνων ἢ νοσοκομείων ἢ πτωχείων ἢ μοναστηρίων εἴτε ἀνδρῶν εἴτε γυναικῶν ἢ τῶν ἄλλων τῶν τοιούτων συστημάτων, ὧν ἡ προλαβοῦσα διάταξις μέμνηται, τὰ διηνεκῶς αὐτοῖς καταλελειμμένα, ἅπερ ἀννάλια καλοῦσιν οἱ νόμοι, κατά τι σύμφωνον ἢ χρυσίου διαπιπράσκειν ῥητοῦ ἢ ἐκποιεῖν ἄλλως καθ' οἱονδήποτε τρόπον καὶ τοῖς ἐφεξῆς ἀναιρεῖν τὴν ἐντεῦθεν παραψυχήν․ καὶ τοὺς πρέποντας τῷ νόμῳ προστεθείκαμεν λογισμούς, ὡς οὐκέτι διὰ ταύτην τὴν ἐγχείρησιν οὐδὲ τῆς προσηγορίας τοῦ ἀνναλίου σωζομένης, εἰ μὴ μέλλοι δίδοσθαι κατ' ἔτος, ἀλλὰ πρὸς ἅπαξ καταβληθὲν εἶτα τελείως ἐξαπόλοιτο.

C.1.3.55.2 Τοῦτον αὖθις μετά τινος προσθήκης ἀνανεούμενοι τὸν νόμον θεσπίζομεν, εἴ τις ἢ τῶν εὐλαβεστάτων οἰκονόμων ἢ ξενοδόχων ἢ νοσοκόμων ἢ πτωχοτρόφων ἢ γεροντοκόμων ἢ βρεφοτρόφων ἢ ὀρφανοτρόφων ἢ ἀρχιμανδριτῶν ἢ τῶν ἄλλων τῶν περιεχομένων τῇ προτέρᾳ ἡμῶν θείᾳ διατάξει προσώπων τὸ διηνεκῶς καταλειφθὲν τοῖς εὐαγέσιν οἴκοις, ὧν προΐστανται, εἴτε ἐν χρυσίῳ εἴτε ἐν ἄλλοις πράγμασι πειραθείη μεθιστᾶν εἰς τὸ μὴ δοκεῖν εἶναι διηνεκές, ἀλλ' ἐπὶ διαλύσεσιν ἢ πράσεσιν ἤ τισιν ἄλλαις μηχαναῖς τοῦ διηνεκὲς αὐτὸ μένειν παῦσαι πειραθείη παρὰ τὴν δύναμιν τοῦ παρ' ἡμῶν ἤδη φοιτήσαντος ἐπὶ τοῖς τοιούτοις θείου νόμου, μηδεμίαν ἔχειν παντελῶς ἄδειαν τοῦτο ποιεῖν, ἀλλά, κἂν εἰ πράξειε, ἄκυρον εἶναι το γενόμενον καὶ ἄδειαν εἶναι τῷ μετ' αὐτὸν τῆς αὐτῆς ἀντιληψομένῳ φροντίδος ἢ καὶ τούτου ῥᾳθυμήσαντος, ὡς εἰκός, τοὺς ἐφεξῆς ἅπαντας εὐθὺς ἀνακαλεῖσθαι τὸ γενόμενον καὶ οὕτως ἄκυρον ἀποφαίνειν, ὡς ἂν εἰ μηδὲ τὴν ἀρχὴν ἔτυχε προελθόν, ὥστε καὶ τοὺς ἐν μέσῳ καρποὺς καὶ τόκους καὶ πᾶσαν ὠφέλειαν ἐπὶ τὸν εὐαγῆ φέρεσθαι πάντως οἶκον, τῶν ἐν μέσῳ τολμηθέντων κατὰ πάντα τρόπον ἀργούντων.

C.1.3.55.3 Ἀνδρὶ μὲν γὰρ ἑκάστῳ δρόμος εἷς ἐστι τοῦ βίου παρὰ τοῦ δημιουργοῦ δεδομένος, οὗ τέλος ἐστὶ πάντως ὁ θάνατος· τοῖς δὲ εὐαγέσιν οἴκοις καὶ ταῖς αὐτῶν συστάσεσιν ἀτελευτήτοις ὑπὸ τοῦ θεοῦ φυλαττομένοις οὐκ ἔνεστιν οὐδὲ κατὰ τὰς κτήσεις ἐπάγεσθαί τι πέρας, ἀλλ' ἕως ἂν διαμένωσιν οἱ εὐαγεῖς οἶκοι (μένουσι δὲ ἄχρι παντὸς καὶ μέχρι γε αὐτοῦ τοῦ τῶν αἰώνων τέλους, ἕως οὗ τὸ Χριστιανῶν ὄνομα παρ' ἀνθρώποις ἔστι τε καὶ προσκυνεῖται), δικαίως μένειν καὶ τὰς διηνεκῶς καταλιμπανομένας χορηγίας ἢ προσόδους ἀθανάτους ἀεὶ ταῖς εὐσεβέσι πράξεσι ταῖς μηδεπώποτε παυομέναις ὑπηρετουμένας.

C.1.3.55.4 Τὸν δὲ τοιοῦτό τι πλημμελήσαντα καὶ ἀποδόσθαι τὸ πρᾶγμα χρυσίου ἢ κατ' ἄλλην τινὰ πρόφασιν θαρρήσαντα βλάβην μὲν μηδεμίαν ἐπάγειν κατὰ τὸ ἔμπροσθεν εἰρημένον τοῖς καθ' ὧν ταῦτα ἔπραξαν οἴκοις, ἀλλ' ἐκείνους μὲν καὶ τὸ χρυσίον ἢ τὸ πρᾶγμα κερδαίνειν, ὅπερ εἰλήφασι, καὶ οὐδὲν ἧττον τὸ καταλελειμμένον ἀπαιτεῖν δίχα τῆς οἱασοῦν ἐλαττώσεως, αὐτὸν δὲ τὸν τοῦτο πράξαντα κληρονόμους τε αὐτοῦ καὶ διαδόχους καὶ τὰ τούτου πράγματα ἐνέχεσθαι τῷ πρὸς αὐτὸν συναλλάξαντι καὶ περιποιεῖν αὐτῷ τόγε ἐπὶ τῷ οἰκείῳ προσώπῳ καὶ τοῖς πράγμασι τοῖς ἑαυτοῦ πρὸς τὸν συμβαλόντα τὸ ἀζήμιον, ὅπως ἂν πρὸς μὲν τὸν εὐαγέστατον οἶκον, ὅνπερ οὐ δέον κατέβλαψε, μηδεμίαν ἐλπίζοι τῶν δεδομένων ἀνάληψιν ἢ τοῦ γεγονότος σύστασιν, ὅσον δὲ πρὸς αὐτὸν τὸν συμβαλόντα πᾶσαν ἔχοι παρὰ τῶν νόμων ἄδειαν χωρεῖν ἐπ' αὐτὸν καὶ κληρονόμους αὐτοῦ καὶ τὰ αὐτοῦ πράγματα καὶ τὸ δεδομένον, εἰ ἰσχύσειεν, εἰσπράττειν, ἵνα, εἰ μὴ τῇ πρὸς θεὸν εὐλαβείᾳ, τῷ δέει γοῦν τῆς ἰδίας αὐτῶν περιουσίας καὶ τῶν οἰκείων κληρονόμων ὀκνηρότεροι γίνοιντο πρὸς τὰς τοιαύτας συνθήκας, ἃς ὡμολογημένως ἐπ' οὐδενὶ χρηστῷ πράττουσιν, ἀλλ' ἢ χρήμασι διαφθαρέντες ἢ παθῶν τινων ἐλάττους γεγονότες.

C.1.3.55.5 Ἅπερ ἅπαντα διὰ τοῦδε τοῦ θείου νόμου κωλύοντες καὶ τοῦτον τοῖς ἱεροῖς ἡμῶν ἐγγραφῆναι νόμοις θεσπίζοντες ἀνατίθεμεν αὐτὸν τῷ δεσπότῃ τῶν ὅλων θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ, καλήν τινα καὶ πρέπουσαν αὐτῷ θυσίαν καὶ ταύτην προσάγοντες.

subscriptio D․ prid․ id․ Sept․ Constantinopoli dnm․ Iustiniano pp. A․ IIII et Paulino vc․ conss.[a․ 534]

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑