Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 1.3.46.1

DE EPISCOPIS ET CLERICIS ET ORPHANOTROPHIS ET BREPHOTROPHIS ET XENODOCHIS ET ASCETERIIS ET MONACHIS ET PRIVILEGIO EORUM ET CASTRENSI PECULIO ET DE REDIMENDIS CAPTIVIS ET DE NUPTIIS CLERICORUM VETITIS SEU PERMISSIS.

inscriptio Ὁ αὐτὸς βασιλεὺς (Ἰουστινιανὸς) Ἰουλιανῷ ἐπάρχῳ πραιτωρίων.

C.1.3.46pr. Τοῖς ἱεροῖς ἡμῶν νόμοις οἰόμεθα χρῆναι καὶ τοῦτον προσθεῖναι τὸν ἐξ ἀρετῆς, ἀλλ' οὐκ ἐκ χρόνων τὰς εὐαγεῖς ἡγεμονίας παρέχοντα, ὥστε ἐπὶ τῶν εὐαγῶν μοναστηρίων ἢ ἀσκητηρίων μὴ πάντως τελευτῶντος τοῦ ἡγουμένου ἢ τῆς ἡγουμένης τὸν ἐφεξῆς ἢ τὴν δευτέραν γενέσθαι (σύνισμεν γὰρ τῇ φύσει οὔτε πάντας ὁμοίως ἀγαθοὺς οὔτε πάντας ἐν ἴσῳ ποιούσῃ κακούς), ἀλλ' ὃν ἂν ὅ τε ἀγαθὸς βίος καὶ σεμνὸς τρόπος καὶ ἡ περὶ τὴν ἄσκησιν συντονία καὶ τὸ κοινὸν τῶν λοιπῶν μοναχῶν πλήρωμα ἢ τὸ πλεῖστον αὐτῶν ἐπιτήδειον πρὸς τοῦτο νομίσειε καὶ τῶν ἁγίων εὐαγγελίων προκειμένων ἕλοιτο, ἐπὶ τὴν ἡγεμονίαν καλεῖσθαι.

C.1.3.46.1 Ὥστε, εἰ μὲν ὁ πρῶτος μετὰ τὸν τελευτήσαντα χρηστὸς εἴη καὶ μοναχῶν ἄρχειν ἄξιος, ἐκεῖνον τῶν ἄλλων προκρίνεσθαι· εἰ δὲ ὁ μετ' ἐκεῖνον, ὁμοίως ἐπ' αὐτὸν φέρεσθαι τὴν τοῦ ἡγουμένου ψῆφον.

C.1.3.46.2 Εἰ δὲ οὐδεὶς τούτων ἄξιος φαίνοιτο, τηνικαῦτα τὸν ἐκ πάντων ἐπιτήδειον, οἱουδήποτε ἂν εἴη βαθμοῦ, προχειρίζεσθαι ἡγούμενον, βίου τε ὄντα σεμνοῦ καὶ πολιτείας σεμνῆς καὶ περισώζειν τοὺς πιστευθέντας αὐτῷ δυνάμενον· προσῆκον ὂν πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἀνθρώπων ἐπιστασίαν οὐκ ἐκ χρόνων οὐδὲ ἐκ κλήρων οὐδὲ ἐκ τυχηρῶν περιστάσεων, ἀλλ' ἐξ ἐπιλογῆς καὶ ἐκ τοῦ καλλίονος γίνεσθαι καὶ τὴν παρὰ πάντων μαρτυρίαν εἶναι τῷ τάγματι τάξιν.

C.1.3.46.3 Γνώριμα δὲ ταῦτα γίνεσθαι τῷ κατὰ τόπον θεοφιλεστάτῳ ἐπισκόπῳ, ὥστε αὐτὸν μανθάνοντα τὸν ἐπιλεχθέντα καὶ ὀρθῶς ἔχειν τοῦτο δοκιμάζοντα σύμψηφόν τε γίνεσθαι τοῖς ἐπιλεξαμένοις καὶ προάγειν αὐτὸν ἐπὶ τὴν τοῦ ἡγουμένου τάξιν.

C.1.3.46.4 Δοκιμάζειν δὲ δεῖ τὴν αὐτῶν ἐπιλογὴν τὸν κατὰ καιρὸν πατριάρχην καὶ τοὺς κατὰ τόπον θεοφιλεστάτους ἐπισκόπους, ἔχοντας καὶ αὐτοὺς τὸ κρίμα τοῦ δεσπότου θεοῦ καὶ τὴν μέλλουσαν κρίσιν εὐλαβουμένους, εἰ μὴ κατ' ἐπιλογήν, ἀλλὰ πρός τι πάθος ἀποβλέψαντες ἀνθρώπινον τὴν προβολὴν ποιήσονται ἐχόντων αὐτῶν καὶ ἐν τούτῳ τῷ βίῳ καὶ ἐν τῷ μέλλοντι τὴν ἐκ τοῦ θεοῦ ποινήν, οἷα τῆς αὐτῶν ἀμελείας πολλαῖς ψυχαῖς ἁμαρτημάτων αἰτίας παρεχομένης.

C.1.3.46.5 Τούτων πάντων καὶ ἐπὶ τῶν εὐλαβεστάτων γυναικῶν ἢ παρθένων τῶν ἡγουμένων εὐαγῶν ἀσκητηρίων ἤτοι μοναστηρίων κρατούντων.

C.1.3.46.6 Τῆς λοιπῆς ἱερατικῆς τάξεως ἁπάσης τῆς τοῦ θεοῦ λειτουργίας κατὰ τοὺς ἑαυτῆς βαθμοὺς προϊούσης καὶ οὐδὲν ἐκ τοῦ παρόντος ἡμῶν καινιζομένης νόμου.

subscriptio D․ XV k․ Dec․ Constantinopoli Lampadio et Oreste conss.[a․ 530]

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑