Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 1.3.45

DE EPISCOPIS ET CLERICIS ET ORPHANOTROPHIS ET BREPHOTROPHIS ET XENODOCHIS ET ASCETERIIS ET MONACHIS ET PRIVILEGIO EORUM ET CASTRENSI PECULIO ET DE REDIMENDIS CAPTIVIS ET DE NUPTIIS CLERICORUM VETITIS SEU PERMISSIS.

inscriptio Ὁ αὐτὸς βασιλεὺς (Ἰουστινιανὸς) Ἰουλιανῷ ἐπάρχῳ πραιτωρίων.

C.1.3.45pr. Θεσπίζομεν, εἴ τις τελευτῶν εὐσεβῆ ποιοῖτο διατύπωσιν ἢ κατὰ ἐνστάσεως τρόπον ἢ κατὰ ληγάτον ἢ κατὰ fideicommisson ἢ κατὰ mortis causa δωρεὰν ἢ καθ' ἕτερον οἱονδήποτε νόμιμον, εἴτε ἐπισκήψειε τῷ κατὰ καιρὸν ἐπισκόπῳ πρόνοιαν τίθεσθαι τοῦ πληρωθῆναι τὰ παρ' αὐτοῦ βεβουλευμένα, εἴτε καὶ σιγήσειε τοῦτο, εἴτε καὶ τοὐναντίον ἀπαγορεύσειεν, ἀνάγκην ἔχειν τοὺς κληρονόμους τὸ ἐπιταχθὲν ποιεῖν καὶ πληροῦν ἐκ τρόπου παντός․ εἰ δὲ τοῦτο ἑκόντες μὴ ποιήσαιεν, τηνικαῦτα τοὺς κατὰ τόπον θεοφιλεστάτους ἐπισκόπους περιεργάζεσθαι ταῦτα καὶ ἀπαιτεῖν αὐτοὺς πάντα πληροῦν κατὰ τὴν βουλὴν τοῦ τελευτήσαντος.

C.1.3.45.1 Ἀλλ' εἰ μὲν οἰκοδομὴν ἐκκλησίας ἐπιτάξειεν ὁ διαθέμενος, εἴσω τριετίας πάντως παρασκευάζειν αὐτὴν πληροῦσθαι, εἰ δὲ ξενῶνος ποίησιν, εἴσω ἑνὸς ἐνιαυτοῦ μόνον τοῦτο ποιεῖν ἀναγκάζεσθαι, ὡς ἱκανοῦ τοῦ χρόνου τούτου καθεστῶτος πληρῶσαι τὰ βεβουλευμένα τοῖς τετελευτηκόσι· δυνατὸν ὂν καὶ οἶκον μισθώσασθαι καὶ τοὺς ἀρρώστους ἐγκατακλῖναι, ἄχρις οὗ τὰ τῆς οἰκοδομίας τοῦ ξενῶνος περαιωθείη.

C.1.3.45.1A Εἰ δέ τινα δοῦναι πρὸς ἅπαξ εἰς εὐσεβεῖς αἰτίας προσταχθεῖεν, παραχρῆμα καταναγκάζειν αὐτοὺς τοῦτο ποιεῖν, τουτέστι μετὰ τὴν τῆς διαθήκης ἐμφάνισιν καὶ τὸ καταδέξασθαι τὸν κλῆρον ἢ τὸ πρεσβεῖον τοὺς τούτοις τετιμημένους.

C.1.3.45.1B Εἰ δὲ παρέλθοι ὁ εἰρημένος χρόνος καὶ μήτε ἡ ἐκκλησία ἢ ὁ ξενὼν οἰκοδομηθείη μήτε ξενοδοχοίη ὁ τοῦτο ἐπιτεταγμένος, τηνικαῦτα αὐτοὺς τοὺς θεοφιλεστάτους ἐπισκόπους ἀπαιτεῖν τὰ ὑπὲρ τούτου καταλελειμμένα καὶ εἰς τοῦτο προσηκόντως ἐπιζητούμενα, καὶ ποιεῖσθαι καὶ τὰς οἰκοδομίας τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ τὴν τῶν ξενώνων ἢ γεροντοκομείων ἢ ὀρφανοτροφείων κατασκευὴν ἢ πτωχοτροφείων ἢ νοσοκομείων ποίησιν ἤτοι τῶν αἰχμαλώτων ἀγορασίαν ἢ ἑτέραν οἱανδήποτε πρᾶξιν εὐσεβῆ τῷ τελευτήσαντι δόξασαν, προβάλλεσθαι δὲ τοὺς ταῦτα διοικήσοντας ξενοδόχους ἢ ὀρφανοτρόφους ἢ βρεφοτρόφους ἢ γεροντοκόμους ἢ ἁπλῶς τῶν εὐσεβῶν πράξεων διοικητάς τε καὶ ἐπιμελητάς, οὐκέτι δυναμένων μετὰ τὴν τοῦ εἰρημένου χρόνου διαδρομὴν καὶ τὴν εἰρημένην ἀγνωμοσύνην τῶν τοῦτο μὴ ποιησάντων ἐμβάλλειν ἑαυτοὺς εἰς τὴν τῶν εἰρημένων πραγμάτων διοίκησιν ἢ τοὺς θεοφιλεστάτους ἐπισκόπους ἀφιστᾶν τῆς αὐτῶν διοικήσεως.

C.1.3.45.2 Τῶν λαμπροτάτων ἀρχόντων τῶν ἐπαρχιῶν ἀνάγκην ἐπιτιθέντων τοῖς κληρονόμοις ἐκ τρόπου παντὸς ταῦτα πληροῦν.

C.1.3.45.2A Καὶ γὰρ δὴ καὶ τοῖς παλαιοῖς διηγόρευται νόμοις ἀνάγκην ἐπιτιθέναι πληροῦν τὰς τῶν τελευτώντων βουλὰς τοὺς ἔχειν ἐφιεμένους, ἅπερ ἐκεῖνοι κατέλιπον.

C.1.3.45.3 Τοὺς δὲ θεοφιλεστάτους ἐπισκόπους, εἰ μέν τινας ῥητῶς οἱ τελευτῶντες ἐπιστήσαιεν τοῖς πράγμασιν, οἷον ξενοδόχους ἢ πτωχοτρόφους ἢ νοσοκόμους ἢ βρεφοτρόφους ἢ ὀρφανοτρόφους ἢ γεροντοκόμους ἢ παραμοναρίους ἢ οἰκονόμους ἢ ἁπλῶς τῶν εὐσεβῶν πράξεων διοικητάς, ἐκείνους μὲν ἐᾶν ἔχεσθαι τῆς διοικήσεως, αὐτοὺς δὲ μὴ διοικεῖν μέν, τὴν δὲ διοίκησιν αὐτῶν ἐποπτεύειν καὶ ὀρθῶς μὲν ἔχουσαν ἐπαινεῖν, κατά τι δὲ παραβαινομένην ἐπανορθοῦν, κακίστης δὲ τῆς διοικήσεως γινομένης καὶ ἀπελαύνειν ἐκείνους καὶ ἑτέρους ἐγκαθιστᾶν ἐννοοῦντας τὸ τοῦ μεγάλου θεοῦ δέος, καὶ τὴν φοβερὰν τῆς μεγάλης καὶ ἀτελευτήτου κρίσεως ἡμέραν, πρὸς ἣν αὐτοὺς ἀποβλέποντας προσήκει πάντα πράττειν μετὰ τῆς πρὸς θεὸν συντεταμένης γνώμης.

C.1.3.45.3A Εἰ δὲ μὴ ῥητῶς τινας οἱ τελευτῶντες ἐπιστήσαιεν ταῖς διοικήσεσιν, ἀλλ' ἐν τῇ τῶν κληρονόμων ἐξουσίᾳ τὸ πᾶν ἀπόθοιντο, οἱ δὲ ῥᾳθυμήσαιεν, τηνικαῦτα αὐτοὺς τοὺς θεοφιλεστάτους ἐπισκόπους καὶ διοικεῖν καὶ προβάλλεσθαι πτωχοτρόφους ἢ νοσοκόμους ἢ ξενοδόχους ἢ ὀρφανοτρόφους ἢ βρεφοτρόφους ἢ γεροντοκόμους ἢ οἰκονόμους ἢ παραμοναρίους ἢ διοικητάς, κἀνταῦθα τὸ πρὸς τὸν μέγαν θεὸν κατὰ νοῦν ἔχοντας σέβας, ὥστε ἐκ τρόπου παντὸς καὶ ἐκ πάσης ὁδοῦ καὶ ἐκ πάσης μηχανῆς εἰς ἔργον ἄγεσθαι τὰ εὐσεβῶς διατεταγμένα․

C.1.3.45.4 Ὑπὲρ δὲ τοῦ χρόνου παντός, ὃν ἂν ὑπέρθοιντο πρᾶξαι τὰ διατυπωθέντα οἱ γεγραμμένοι κληρονόμοι, ἀπαιτεῖσθαι αὐτοὺς καὶ καρποὺς καὶ προσόδους καὶ πᾶσαν νόμιμον ἐπαύξησιν ἀπὸ τοῦ καιροῦ τῆς τοῦ διαθεμένου τελευτῆς θεσπίζομεν, οὐ σκοπουμένης τῆς moras ἀπὸ προκατάρξεως ἢ αἰτιάσεως, ἀλλ' αὐτῷ τῷ νόμῳ δοκούσης γίνεσθαι τῆς καλουμένης moras χώραν λαμβανούσης τῆς τῶν καρπῶν καὶ τῶν τοιούτων προσθήκης.

C.1.3.45.5 Αὐτοῦ τούτου κρατοῦντος, εἰ καὶ μὴ παρὰ κληρονόμου, ἀλλὰ παρὰ fideicommissariu ἢ ληγαταρίου καταλειφθείη τὸ τοιοῦτο εὐσεβὲς πρεσβεῖον καὶ τοῦτο καταδέξηται ὁ τῷ πρεσβείῳ τετιμημένος· καὶ τηνικαῦτα δὲ ἄδειαν εἶναι τοῖς θεοφιλεστάτοις ἐπισκόποις ἀπαιτεῖν τοὺς τοιούτοις τισὶ τετιμημένους πρᾶξαι τὰ διαταχθέντα.

C.1.3.45.6 Εἰ δὲ ῥᾳθυμήσαιεν οἱ κατὰ τόπον θεοφιλέστατοι ἐπίσκοποι τοῦτο πρᾶξαι, ἴσως ἐκθεραπευθέντες παρὰ τῶν γεγραμμένων κληρονόμων ἢ legatarίων ἢ fideicommissarίων, ἄδεια ἔσται καὶ τῷ μητροπολίτῃ τῆς ἐπαρχίας ἢ τῷ ἀρχιεπισκόπῳ τῆς ἐκεῖσε διοικήσεως ταῦτα μανθάνοντι ἀναζητεῖν καὶ καταναγκάζειν τὸ εὐσεβὲς ἔργον ἢ τὴν εὐσεβῆ φιλοτιμίαν ἐκ τρόπου πληροῦσθαι παντὸς καὶ παντὶ τῷ βουλομένῳ τῶν πολιτῶν τοῦτο πράττειν· κοινοῦ γὰρ ὄντος τοῦ τῆς εὐσεβείας λόγου κοινὰς προσήκει καὶ τὰς σπουδὰς τῆς τούτου καθεστάναι πληρώσεως· ἔχοντος παντὸς ἄδειαν ἐκ τοῦδε ἡμῶν τοῦ νόμου κινεῖν τὸν ex lege condicticion καὶ ἀπαιτεῖν τὰ καταλελειμμένα πληροῦσθαι.

C.1.3.45.6A Εἰδότος τοῦ ῥᾳθυμοῦντος τούτων θεοφιλεστάτου ἐπισκόπου, ὡς καὶ αὐτὸς πρὸς ταῖς ἐξ οὐρανοῦ ποιναῖς καὶ βασιλικῆς κινήσεως ὑπὲρ τῆς τοιαύτης ἀμελείας πειραθείη.

C.1.3.45.7 Ὅπως δ'ἂν ἔτι μείζονι φόβῳ κατασχεθέντες οἱ κληρονόμοι τῶν τελευτώντων ἢ οἱ ταῖς τοιαύταις ὅλως ἀγαθαῖς πράξεσι βεβαρημένοι μὴ τὴν τούτων ποίησιν διαναβάλλοιντο, καὶ τοῦτο θεσπίζομεν, ὥστε, εἰ ἐνοχληθέντες παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων οἱ τούτοις τετιμημένοι εἶτα διαναβάλλοιντο, ὡς καὶ τῆς τῶν ἀρχόντων εἰσπράξεως δεηθηναι, τηνικαῦτα μὴ μόνον αὐτοὺς ἁπλοῦν τὸ καταλελειμμένον εἰσπράττεσθαι, ἀλλὰ πάντως διπλάσιον.

C.1.3.45.7A Εἰ γὰρ ἐν τοῖς παλαιοῖς ἦν τινα θέματα, ἐφ' ὧν ἐξ ἀρνήσεως διπλάσια τὰ τῆς καταδίκης ἠπείγετο, πῶς οὐ κἀνταῦθα τοὺς μηδὲ ἑκόντας ποιήσαντας, ἀλλὰ καὶ χρόνον ἀναμείναντας καὶ ὕστερον ὀχληθέντας παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων εἶτα μηδὲ τούτοις εὐθὺς εἴξαντας, δεηθέντας δὲ καὶ ἀρχικῆς ὀχλήσεως, τῇ τοῦ διπλασίονος ἀπαιτήσει προσήκει σωφρονίζεσθαι;

C.1.3.45.8 Εἰ δὲ οἱ τελευτῶντες τοὺς ἑαυτῶν κληρονόμους βουληθεῖεν, ἡνίκα μέλλοιεν τελευτᾶν, πρᾶξίν τινα πληροῦν εὐσεβῆ, ἀλλ' οὐκ ἐν τῇ αὐτῶν ζωῇ, καὶ τοῦτο φυλάττεσθαι καὶ μὴ ἐν μέσῳ τοὺς κληρονόμους ἀναγκάζεσθαι πράττειν τι, ὧν ὁ διαθέμενος μετὰ τὴν αὐτῶν τελευτὴν ἠβουλήθη γενέσθαι, τελευτῶντας δὲ αὐτοὺς ἀνάγκην ἔχειν ἐκ τρόπου παντὸς ταῦτα πληροῦν․ ἀναβολῆς δέ τινος παρὰ τῶν ἐκείνου κληρονόμων γενομένης ἀνάγκη ταῦτα γίνεσθαι, ἅπερ ἔμπροσθεν διετυπώσαμεν.

C.1.3.45.9 Εἰ δε τινα τῶν καλουμένων ἀνναλίων πρεσβείων καταλειφθείη ἢ δωρηθείη κλήρῳ τυχὸν ἢ μοναστηρίοις ἢ ἀσκητρίαις ἢ διακονίσσαις ἢ πτωχείοις ἢ ξενῶσιν ἢ νοσοκομείοις ἢ βρεφοτροφείοις ἢ τοῖς τῶν ἁγιωτάτων ἐκκλησιῶν πτωχοῖς ἢ ἁπλῶς συστήμασί τισιν εὐαγέσιν ἢ ὅλως οὐκ ἀπηγορευμένοις τῶν ἐκ πλήθους ἠθροισμένων, βουληθεῖεν δὲ κατά τινα καιρὸν οἱ τηνικαῦτα εὑρισκόμενοι χρυσίον ὑπὲρ τῆς τοιαύτης πράξεως λαβόντες διαλύεσθαι, μὴ ἐξέστω τοῦτο ποιεῖν μηδὲ τὸ γινόμενον κύριον εἶναι, ἀλλὰ καὶ ἔκπτωσιν τῶν χρημάτων ὁ ταῦτα ὠνησάμενος ἢ διαλυσάμενος ὑπομενέτω.

C.1.3.45.10 Ἐπείτοιγε ἀνάγκη τοῖς μὲν ἔν τινι μέρει τοῦ χρόνου γενομένοις εἶναι χρημάτων ἀφθονίαν, τοῖς δέ γε ἐπιγενομένοις παντελῆ τῶν καταλελειμμένων στέρησιν, οὐ φυλαχθήσεται δὲ οὐδὲ αὐτὸ τὸ τῶν ἀνναλίων ὄνομα οὐδὲ ἡ διηνεκὴς τοῦ τελευτήσαντος μνήμη, δι' ἣν καὶ τὸ ἀννάλιον τοῦτο καταλέλοιπεν, ἀλλ' εὐθὺς ἀποσβεσθήσεται τῇ τῶν καταλελειμμένων συναπολλύμενον ἐκποιήσει.

C.1.3.45.11 Μένειν τοίνυν διηνεκῶς αὐτοὺς ἐνεχομένους ταῖς τοιαύταις δόσεσι θεσπι ζομεν, ὥστε καὶ εἴ τις γένοιτο ἐκποίησις, καὶ ταύτην ἄκυρον εἶναι καὶ τοὺς ὁτεδήποτε προστησομένους τῶν εὐαγῶν οἴκων ἄδειαν ἔχειν κινεῖν καὶ ἀπαιτεῖν αὐτά, οὐδεμιᾶς χρόνου παραγραφῆς ἀντικειμένης αὐτοῖς διὰ τὸ καθ' ἕκαστον ἔτος τὴν τοιαύτην τίκτεσθαι ἀγωγήν.

C.1.3.45.12 Ἀλλ' ὑποθήκην εἶναι τὰ τοῦ καταλείψαντος πράγματα τοῖς τοιούτοις πρεσβείοις, ὥστε ἄδειαν ἔχειν ἐξ αὐτῶν τῶν πραγμάτων τὸ ἱκανὸν ταῖς εὐαγέσι πράξεσι περιγίνεσθαι οὐ μόνον ἐπὶ τοῖς καταλελειμμένοις, ἀλλὰ καὶ ἐπὶ καρποῖς αὐτῶν καὶ προσόδοις καὶ πάσῃ νομίμῳ ἐπαυξήσει· χρονίας, καθὰ προείρηται, οὐδὲ τοῖς κατέχουσι παραγραφῆς ἁρμόζειν δυναμένης, ὁπόσον ἄν τις ἀριθμήσειε χρόνον.

C.1.3.45.13 Πλὴν εἰ μὴ μεταξὺ τοῦ τε τῷ ἀνναλίῳ πρεσβείῳ βεβαρημένου τοῦ τε κατὰ τοὺς ἱερατικοὺς κανόνας καὶ τοὺς ἡμετέρους νόμους προεστῶτος τῆς τοιαύτης ἀπαιτήσεως γένοιτο σύμφωνον βουλόμενον πρόσοδον ἀντὶ τοῦ ἀνναλίου πρεσβείου δοθῆναι παρὰ τούτου τοῦ βεβαρημένου εὐθαλῆ καὶ δημοσίοις πολλοῖς οὐχ ὑποκειμένην, ἀλλὰ καὶ προσθήκην ἔχουσαν πάντως μὲν οὐκ ἐλάττονα τοῦ τετάρτου μέρους τῆς καθαρᾶς προσόδου, ἐπείτοιγε ὁπόσον ἂν μεταξὺ αὐτῶν ἐπὶ τὸ πλέον δόξειεν.

C.1.3.45.14 Εἰ μὲν γάρ τι τοιοῦτο ἔγγραφον γένηται σύμφωνον καὶ δοθείη ἡ τοιαύτη πρόσοδος καὶ ἀναληφθείη ἐγγράφοις συνθήκαις καὶ διαλύσεσι καὶ τοῦτο ἐμφανὲς ἐπὶ πράξεως ὑπομνημάτων κατασταίη, ἀργεῖν τὴν ἀπαίτησιν τοῦ ἀνναλίου ληγάτου κατὰ τοῦ ταύτῃ βεβαρημένου θεσπίζομεν, αὐτὴν δὲ τὴν πρόσοδον ἀντὶ τοῦ πρεσβείου καθεστάναι διηνεκῶς εἰς τοῦτο ἀφωρισμένην καὶ ἐκποιεῖσθαι παρ' οὐδενὸς καθ' οἱονδήποτε ἐκποιήσεως σχῆμα δυναμένην.

C.1.3.45.15 Οὐδενὸς δὲ τοιούτου παρακολουθοῦντος ὑποκεῖσθαι διηνεκῶς κατὰ τὸ ἔμπροσθεν παρ' ἡμῶν εἰρημένον τῇ δόσει τῶν ἀνναλίων πρεσβείων τοῖς τοιούτοις βεβαρημένους θεσπίζομεν, ὥστε τὸ ὄνομα καὶ τὴν μνήμην τοῦ τελευτήσαντος τοῦ τε ἀνναλίου πρεσβείου ἐπ' αὐτῶν τῶν ἔργων διηνεκῶς διασώζεσθαι.

subscriptio D․ XV k․ Nov․ Constantinopoli Lampadio et Oreste conss.[a․ 530]

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑