Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 1.3.42

DE EPISCOPIS ET CLERICIS ET ORPHANOTROPHIS ET BREPHOTROPHIS ET XENODOCHIS ET ASCETERIIS ET MONACHIS ET PRIVILEGIO EORUM ET CASTRENSI PECULIO ET DE REDIMENDIS CAPTIVIS ET DE NUPTIIS CLERICORUM VETITIS SEU PERMISSIS.

inscriptio Ὁ αὐτὸς βασιλεὺς (Ἰουστινιανὸς) Ἐπιφανίῳ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως καὶ πατριάρχῃ.

C.1.3.42pr. Πᾶσαν ἀεὶ ποιούμενοι πρόνοιαν τῶν ἁγιωτάτων ἐκκλησιῶν, δι' ὧν καὶ τὴν ἡμετέραν βασιλείαν κρατύνεσθαι καὶ τὰ κοινὰ πράγματα τῇ τοῦ φιλανθρώπου θεοῦ χάριτι τειχίζεσθαι πεπιστεύκαμεν, ἀλλὰ μὴν καὶ τὰς ἡμῶν τε καὶ τῶν ἄλλων ἁπάντων ψυχὰς σπουδάζοντες περισώζεσθαι καὶ τούτου χάριν ἐπιμελούμενοι διὰ παντὸς τοῦ μήτε τὰ συμφέροντα ταῖς ἁγιωτάταις ἐκκλησίαις καθ' οἱανοῦν πόλιν οὔσαις τρόπῳ τινὶ κατολιγωρεῖσθαι μήτε τὰς ἐν αὐταῖς θείας λειτουργίας ἐκ τῆς τῶν θεοφιλεστάτων ἱερέων ἀπουσίας ἐμποδίζεσθαι ἢ μὴ προσηκόντως ἐπιμελεῖσθαι, ἀλλὰ μηδὲ τὰ τῶν ἁγιωτάτων ἐκκλησιῶν ἐκδαπανᾶσθαι πράγματα διά τε τῶν ἐν ταῖς ὁδοῖς καὶ διὰ τῶν ἐνταῦθα περί τε τοὺς ἀνιόντας ἱερέας καὶ τοὺς σὺν αὐτοῖς ὄντας κληρικοὺς ἢ οἰκέτας δαπανωμένων, ὥστε πολλάκις καὶ δανείων γίνεσθαι χρείαν καὶ τὸ ἐντεῦθεν ἔρχεσθαι βάρος ἐπὶ τὰς αὐτὰς ἁγιωτάτας ἐκκλησίας, πρὸς τὸ μηδὲ τὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων δεόντως προϊέναι διοίκησιν παρὰ τὸν τῆς ἀποδημίας τῶν θεοφιλεστάτων ἱερέων καιρόν, ταύταις πρὸς τὴν σὴν μακαριότητα ταῖς θείαις συλλαβαῖς χρήσασθαι δεῖν ᾠήθημεν.

C.1.3.42.1 Δι' ὧν αὐτῇ παρακελευόμεθα καταστῆσαι πᾶσι φανερὸν τοῖς κατὰ τὰς μητροπόλεις ἑκάστης ἐπαρχίας ὑπ' αὐτῇ τεταγμένοις ὁσιωτάτοις ἱερεῦσιν, ὡς οὐ προσήκει τινὰ τούτων ἢ τῶν ἐν ταῖς ἄλλαις τῆς ἐπαρχίας πόλεσι ταῖς ὑπὸ τῷ μητροπολίτῃ τεταγμέναις θεοφιλεστάτων ἐπισκόπων κατ' οἰκείαν γνώμην δίχα θείας ἡμῶν ἰδικῆς προστάξεως ἀπολιμπάνειν μὲν τὴν παρ' αὐτοῦ διοικουμένην ἁγιωτάτην ἐκκλησίαν, εἰς δὲ τὴν εὐδαίμονα ταύτην ἀνιέναι πόλιν οἱουδήποτε πράγματος ἀνακύπτοντος, ἀλλὰ πέμπειν ἐνταῦθα ἕνα ἢ δύο τοῦ ὑπ' αὐτὸν εὐαγοῦς κλήρου καὶ ποιεῖν φανερὰ τῇ ἡμετέρᾳ εὐσεβείᾳ, περὶ ὧν δέονται, ἢ δι' αὐτῶν ἐξ εὐθείας προσιόντων ἡμῖν ἢ διὰ μέσης τῆς σῆς μακαριότητος, οὕτω τε τυγχάνειν δικαίας τε καὶ συντόμου τῆς ἡμετέρας βοηθείας.

C.1.3.42.2 Εἰ γάρ τι τῶν εἰς ἡμᾶς φερομένων τοιοῦτον ἡμῖν εἶναι φανείη, ὡς δεῖσθαι τῆς αὐτῶν τῶν θεοφιλεστάτων ἱερέων παρουσίας, τηνικαῦτα παραγενέσθαι προστάξομεν αὐτούς․ δίχα δὲ τοιαύτης θείας ἡμῶν κελεύσεως οὐδένα παραγίνεσθαι συγχωροῦμεν· εἰδότος τοῦ ταῦτα ὑπερβαίνοντος καὶ τὴν ὀρθῶς καὶ ὁσίως εἰσενεχθεῖσαν παρ' ἡμῶν ἐπὶ τῇ τῶν ἁγιωτάτων ἐκκλησιῶν τιμῇ παραφυλακὴν παρεξιόντος, ὡς οὐ μικρᾶς ἀγανακτήσεως πειραθήσεται, ἀλλὰ καὶ ὑπὸ ἀφορισμὸν γενήσεται, εἰ μὲν μητροπολίτης εἴη, παρὰ τῆς σῆς μακαριότητος, εἰ δὲ τῶν ὑπὸ τὸν μητροπολίτην πόλεων, δι' αὐτοῦ τοῦ μητροπολίτου․ χρηματικὴν γὰρ ποινὴν ὁρίσαι κατὰ τῶν ὑπερβαινόντων τὴν θείαν ἡμῶν ταύτην διατύπωσιν οὐκ ἀναγκαῖον ᾠήθημεν, ὡς ἂν μὴ εἰς τὰς ἁγιωτάτας ἐκκλησίας ἡ ἐντεῦθεν περισταίη βλάβη, ὧν τὰ πράγματα πάσης μειώσεως ἐλεύθερα μένειν σπουδάζομεν.

C.1.3.42.3 Ταῦτα τοίνυν εἰς τὴν ἑκάστου γνῶσιν τῶν ὑπ' αὐτῇ τεταγμένων θεοφιλεστά- των μητροπολιτῶν ἐπισκόπων ἀγαγεῖν ἡ σὴ ὁσιότης σπουδασάτω, καὶ τὰς παρ' ἑκάστου πεμπομένας ἀποκρίσεις διά τε τῶν μητροπολιτῶν καὶ δι' αὐτῶν τῶν λοιπῶν τῆς ἐπαρχίας πόλεων θεοφιλεστάτων ἐπισκόπων, ἃ περὶ τούτων μεμαθήκασιν, εἰς τὴν ἡμετέραν εὐσέβειαν ἀνενεγκεῖν.

subscriptio D․ k․ Mart․ Constantinopoli dn․ Iustiniano pp․ A․ II cons.[a․ 528]

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑