Codex Iustinianus 1.3.41
inscriptio Αὐτοκράτωρ Ἰουστινιανὸς Α․ Ἀταρβίῳ ἐπάρχῳ πραιτωρίων.
C.1.3.41pr. Πᾶσαν ἀεὶ ποιούμενοι πρόνοιαν τῶν ἁγιωτάτων ἐκκλησιῶν εἰς τιμήν τε καὶ δόξαν τῆς ἁγίας ἀχράντου καὶ ὁμοουσίου τριάδος, δι’ ἧς σώζεσθαι ἡμᾶς τε αὐτοὺς καὶ τὴν κοινὴν πολιτείαν πεπιστεύκαμεν, ἀκολουθοῦντες δὲ καὶ τῇ διδασκαλίᾳ τῶν ἁγίων ἀποστόλων περὶ τοῦ ἀνεπιλήπτους ὀφείλειν χειροτονεῖσθαι τοὺς ἱερέας, οἵτινες μάλιστα διὰ τῶν οἰκείων εὐχῶν τὴν εὐμένειαν τοῦ φιλανθρώπου θεοῦ τοῖς κοινοῖς περιποιεῖν ἐτάχθησαν πράγμασι, διὰ τοῦ παρόντος νόμου θεσπίζομεν, ὁσάκις ἂν ἐν οἱᾳδήποτε πόλει ἱερατικὸν θρόνον σχολάσαι συμβαίη, ψήφισμα γίνεσθαι παρὰ τῶν οἰκούντων τὴν αὐτὴν πόλιν ἐπὶ τρισὶ τοῖς ἐπὶ ὀρθῇ πίστει καὶ βίου σεμνότητι καὶ τοῖς ἄλλοις ἀγαθοῖς μεμαρτυρημένοις, ὥστε ἐκ τούτων τὸν ἐπιτηδειότερον εἰς τὴν ἐπισκοπὴν προχειρίζεσθαι.
C.1.3.41.1 Εἰ γὰρ οἱ ἅγιοι καὶ ἔνδοξοι ἀπόστολοι οἱ τὴν ἱερωσύνην παρὰ τοῦ δεσπότου Χριστοῦ τοῦ θεοῦ ἡμῶν δεξάμενοι καὶ πάντων τῶν ἀγαθῶν τὴν γῆν πληρώσαντες καὶ τὴν αὐτοῦ διδασκαλίαν ἅπασι παραδεδωκότες οὐδὲ αὐτῆς τῆς ἐν τῷ κόσμῳ τούτῳ ζωῆς αὐτῶν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας ἐφείσαντο, πῶς οὐ δίκαιόν ἐστι τοὺς ὑπεισιόντας εἰς τὴν αὐτῶν τάξιν καὶ ἐγκαθισταμένους τῶν ἁγιωτάτων ἐκκλησιῶν ἱερέας καθαρὰν κεκτῆσθαι προαίρεσιν καὶ τῶν μὲν χρημάτων ὑπερφρονεῖν, πᾶσαν δὲ τὴν ἑαυτῶν ζωὴν εἰς τὸν φιλάνθρωπον ἀνατείνειν θεόν;
C.1.3.41.2 Ὥστε προσήκει τοιούτους ἐπιλέγεσθαι καὶ χειροτονεῖσθαι ἱερέας, οἷς οὐκ ἔστιν οὔτε τέκνα οὔτε ἔγγονοι, ἐπειδὴ οὐχ οἷόν τέ ἐστι τὸν περὶ τὰς βιωτικὰς ἠσχολημένον φροντίδας, ἃς οἱ παῖδες μάλιστα τοῖς γονεῦσι παρέχουσι, τὴν πᾶσαν σπουδήν τε καὶ εὔνοιαν περὶ τὴν θείαν λειτουργίαν καὶ τὰ ἐκκλησιαστικὰ ἔχειν πράγματα.
C.1.3.41.3 Τινῶν γὰρ διὰ τὴν εἰς θεὸν ἐλπίδα καὶ διὰ τὸ τὰς ἑαυτῶν περισῶσαι ψυχὰς προστρεχόντων ταῖς ἁγιωτάταις ἐκκλησίαις καὶ τὰ ὑπάρχοντα αὐτοῖς ταύταις προσφερόντων καὶ καταλιμπανόντων ἐπὶ τῷ εἰς πτωχοὺς καὶ πένητας καὶ ἑτέρας εὐσεβεῖς ταύτας δαπανᾶσθαι χρείας, ἄτοπόν ἐστι τοὺς ἐπισκόπους εἰς οἰκεῖον ταῦτα ἀποφέρεσθαι κέρδος ἢ περὶ ἴδια τέκνα καὶ συγγενεῖς καταναλίσκειν.
C.1.3.41.4 Χρὴ γὰρ καὶ τὸν ἐπίσκοπον μὴ ἐμποδιζόμενον προσπαθείᾳ σαρκικῶν τέκνων πάντων τῶν πιστῶν πνευματικὸν εἶναι πατέρα․ διὰ ταῦτα τοίνυν ἀπαγορεύομεν τὸν ἔχοντα τέκνα ἢ ἐγγόνους χειροτονεῖσθαι ἐπίσκοπον.
C.1.3.41.5 Τοὺς δὲ νῦν ὄντας ἐπισκόπους ἢ μέλλοντας γίνεσθαι θεσπίζομεν μηδαμῶς ἔχειν ἐξουσίαν διατίθεσθαι ἢ δωρεῖσθαι ἢ καθ' ἑτέραν οἱανδήποτε περίνοιαν ἐκποιεῖν τι τῆς ἑαυτῶν περιουσίας, ἣν μετὰ τὸ γενέσθαι ἐπίσκοποι ἐκτήσαντο ἢ ἀπὸ διαθηκῶν ἢ ἀπὸ δωρεῶν ἢ καθ' ἕτερον οἱονδήποτε τρόπον, πλὴν εἰ μὴ μόνα, ἃ πρὸ τῆς ἐπισκοπῆς ἐξ οἱασδήποτε αἰτίας ἒσχον ἢ μετὰ τὴν ἐπισκοπὴν ἀπὸ γονέων καὶ θείων καὶ ἀδελφῶν εἰς αὐτοὺς περιῆλθεν ἢ καὶ περιελεύσεται.
C.1.3.41.6 Πάντα δὲ, ὅσα μετὰ τὴν χειροτονίαν ἐξ οἱασδήποτε αἰτίας, καθὰ εἴρηται, χωρὶς τῶν εἰρημένων προσώπων εἰς αὐτοὺς περιῆλθε, τῇ παρ' αὐτῶν ἐπισκοπουμένῃ ἁγιωτάτῃ ἐκκλησίᾳ διαφέρειν κελεύομεν καὶ ἐκδικεῖσθαι παρ' αὐτῆς, οὐδενὸς ἑτέρου προσώπου δυναμένου ἐκ τούτου εἰς οἰκεῖον ἀπενεγκεῖν κέρδος.
C.1.3.41.7 Τίς γὰρ ἂν ἀμφισβητήσειεν, ὡς οἱ τούτοις τὰς ἰδίας οὐσίας καταλείψαντες ἢ καὶ καταλιμπάνοντες ἢ καὶ καθ’ ἕτερον τρόπον παραπέμψαντες ἢ παραπέμποντες οὐκ ἀφεωράκασιν εἰς τὴν αὐτὴν ἱερωσύνην καὶ πιστεύσαντες, ὡς οὐ μόνον τὰ παρ' αὐτῶν καταλειφθέντα εὐσεβῶς δαπανήσουσιν, ἀλλὰ καὶ τὰς ἰδίας αὐτῶν οὐσίας τούτοις προσθήσουσι, τοῦτο ποιοῦσι;
C.1.3.41.8 Τῆς δὲ γενικῆς ἡμῶν ταύτης νομοθεσίας μόνα ἐξαιροῦμεν τὰ περιγινόμενα οἱαδήποτε πράγματα Ἐπιφανίῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ τῆς εὐδαίμονος ταύτης πόλεως καὶ πατριάρχῃ μέχρι τῆς παρούσης ἡμέρας· ἐπὶ γὰρ τοῖς ἀπὸ τοῦ παρόντος μέλλουσιν αὐτῷ προσγίνεσθαι κρατεῖν τὰ παρ' ἡμῶν διατυπωθέντα καὶ τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ προσήκειν ταῦτα θεσπίζομεν.
C.1.3.41.9 Μετὰ δὲ τὴν τῶν θεοφιλεστάτων ἐπισκόπων τελευτὴν τοὺς κατὰ καιρὸν οἰκονόμους λόγους ἀπαιτεῖσθαι τῶν παρ' αὐτῶν καταλελειμμένων πραγμάτων καὶ τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ προσήκειν ἐκ ταύτης ἡμῶν τῆς νομοθεσίας ὀφειλόντων.
C.1.3.41.10 Καὶ αὐτοὺς δὲ τοὺς οἰκονόμους κατὰ κρίσιν καὶ δοκιμασίαν γίνεσθαι κελεύομεν, εἰδότας, ὡς παντὶ τρόπῳ καθ' ἕκαστον ἐνιαυτὸν λόγους ὑφέξουσι τῷ ἁγιωτάτῳ ἐπισκόπῳ τῆς οἰκείας διοικήσεως καὶ πᾶν, ὅπερ ἂν φανεῖεν τὰ ἐκκλησιαστικὰ πράγματα καταβλάψαντες ἢ κέρδος οἰκεῖον ποιησάμενοι, τοῦτο τοῖς ἐκκλησιαστικοῖς ἀποδώσουσι πράγμασιν· ὥστε, εἰ μὲν περιόντες τοὺς τοιούτους ὑπόσχοιεν λόγους, γίνεσθαι τὰ εἰρημένα, εἰ δὲ τελευτήσαιεν πρὶν τοὺς αὐτοὺς λόγους ὑποσχεῖν, τότε τοὺς αὐτῶν κληρονόμους ὑπαχθῆναι τῇ τοιαύτῃ ζητήσει καὶ συνελαθῆναι πρὸς ἀποκατάστασιν πάντων, ὧν ἂν ἐντεῦθεν φανεῖεν ὀφείλοντες.
C.1.3.41.11 Δεῖν δὲ ᾠήθημεν καὶ τὰ ἐπὶ τοῖς τὴν φροντίδα ἀναδεδεγμένοις ἢ καὶ ἀναδεξομένοις τῶν τε εὐαγῶν ξενώνων καὶ νοσοκομείων καὶ πτωχείων καὶ ὀρφανοτροφείων καὶ βρεφοτροφείων διατυπῶσαι․ καὶ γὰρ αὐτοῖς πᾶσαν ἄδειαν ἀναιροῦμεν τοῦ τὰ κτηθέντα αὐτοῖς μετὰ τὸ παραλαβεῖν τὰ εἰρημένα φροντίσματα ἢ κατὰ διαθήκας ἢ καθ' ἕτερον οἱονδήποτε τρόπον ἢ περίνοιαν εἰς ἕτερα μετατιθέναι πρόσωπα, πλὴν εἰ μὴ ὅσα πρώην ἔτυχον ἔχοντες ἢ μετὰ ταῦτα ἀπὸ γονέων ἢ θείων καὶ ἀδελφῶν εἰς αὐτοὺς περιῆλθε.
C.1.3.41.12 Πάντα δέ, ὅσα τοῖς εἰρημένοις εὐαγέσιν οἴκοις προσήκει ἢ εἰς τοὺς τούτων προεστῶτας μετὰ τὸ τὴν τοιαύτην ἀναδέξασθαι φροντίδα περιῆλθεν ἢ περιελεύσεται, τοῖς αὐτοῖς εὐαγέσι διαφέρειν οἴκοις καὶ εὐσεβῶς περὶ τοὺς ἐν αὐτοῖς ὄντας ἢ θεραπευομένους διοικεῖσθαι κελεύομεν.
C.1.3.41.13 Πρόδηλον γάρ ἐστιν, ὅτι ὁ καταλιμπάνων ἢ δωρούμενος ἐγγράφως ἢ ἀγράφως ξενοδόχῳ ἢ νοσοκόμῳ ἢ πτωχοτρόφῳ ἢ ὀρφανοτρόφῳ ὑπὲρ τούτου δίδωσιν, ἵνα δι'αὐτοῦ εὐσεβῶς διοικηθῇ, ὡς καὶ πολλὴν εὐσεβείας ἀφορμὴν αὐτοῦ ἔχοντος διὰ τοὺς ὑπ' αὐτοῦ φροντιζομένους.
C.1.3.41.14 Καὶ οὐ δίκαιόν ἐστι τοῦτον, ἅπερ προφάσει τῶν ὑπ' αὐτοῦ φροντιζομένων λαμβάνει, μὴ περὶ αὐτοὺς ἢ καὶ ὑπὲρ αὐτῶν ἀναλίσκειν, ἀλλ' εἰς ἴδιον αὐτὰ πρόσωπον ἀποφέρεσθαι καὶ οἰκεῖον ποιεῖσθαι κέρδος τοῦ φόβου τοῦ θεοῦ καταφρονήσαντα.
C.1.3.41.15 Τίς γὰρ τὸν τὴν τοιαύτην ἔχοντα φροντίδα μὴ νομίσειε διὰ τοῦτο ταύτην ἀναδέξασθαι, ἵνα μὴ μόνον ὅσα αὐτῷ ἔξωθεν περιγίνεται, ἀλλὰ καὶ ὅσα ἔτυχεν ἐσχηκὼς περὶ αὐτὴν δαπανήσῃ;
C.1.3.41.16 Ἔτι καὶ τοῦτο κελεύομεν, ὅσα μετὰ τὴν δεόντως παρὰ τῶν τοιούτων προσώπων γινομένην περὶ τοὺς ὑπ' αὐτῶν φροντιζομένους δαπάνην καὶ ἐπιμέλειαν περί τε τὰ πράγματα καὶ τοὺς οἴκους ἐκπεριττεῦσαι συμβαίη, ταῦτα προχωρεῖν εἰς ἀγορασίαν προσόδων.
C.1.3.41.17 Πανταχοῦ γὰρ ἡμῖν σκοπὸς εἰς ἐπίδοσιν ἤτοι αὔξησιν ἄγεσθαι τὰ εἰς εὐσεβεῖς ἀφορισμένα χρείας πράγματα· οὕτως γὰρ ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς τι πρᾶξαι βουλόμενος προθυμότερον ἐπιδώσει, ἐὰν τὰ παρ' αὐτοῦ παρεχόμενα εὐσεβῶς μέλλειν διοικεῖσθαι πιστεύσειεν.
C.1.3.41.18 Εἰ δὲ συμβῇ τινὰ τούτων παύσασθαι τῆς φροντίδος, ἧς εἶχε, θεσπίζομεν τοῦτον εἰς τόπον αὐτοῦ καθισταμένου μετὰ τοῦ φόβου τοῦ δεσπότου θεοῦ λόγους ἀπαιτεῖσθαι πάσης τῆς παρ' αὐτοῦ γενομένης διοικήσεως, καθὰ τῇ θείᾳ ἡμῶν ταύτῃ περιέχεται νομοθεσίᾳ, εἰδότος καὶ τοῦ μετ' αὐτὸν καθισταμένου, ὡς τῷ δεσπότῃ θεῷ τὸν ὑπὲρ τούτου λόγον ὑφέξει.
C.1.3.41.19 Ἔτι θεσπίζομεν, καθὰ τοῖς θείοις διώρισται κανόσι, μήτε ἐπίσκοπον μήτε χωρεπίσκοπον μήτε περιοδευτὴν μήτε πρεσβύτερον μήτε ἄλλον οἱασδήποτε ἀξίας κληρικὸν ἐπὶ δόσει 20 χειροτονεῖσθαι.
C.1.3.41.20 Ἀλλὰ μηδὲ οἰκονόμον ἢ ἐκκλησ�έκδικον ἢ ξενοδόχον ἢ νοσοκόμον ἢ πτωχοτρόφον ἢ ὀρφανοτρόφον ἢ βρεφοτρόφον ἢ τὸν ἐπὶ τῆς πτωχείας παρασχόντα τι γίνεσθαι, ἀλλὰ κατὰ κρίσιν καὶ δοκιμασίαν τῶν κατὰ τόπον θεοφιλεστάτων ἐπισκόπων τούτους προβάλλεσθαι.
C.1.3.41.21 Εἰ δέ τις εὑρεθείη προφάσει τῶν εἰρημένων χειροτονιῶν καὶ φροντισμάτων διδούς τι ἢ λαμβάνων, εἴτε ἐπίσκοπος εἴη εἴτε κληρικός, καὶ τὸν παρέχοντα καὶ τὸν λαμβάνοντα ἔξω τῆς ἱερωσύνης καὶ τοῦ κλήρου γίνεσθαι κελεύομεν, μετὰ τὸ ὑπὸ τὴν κατάκρισιν αὐτοὺς εἶναι τοῦ δεσπότου θεοῦ.
C.1.3.41.22 Εἰ δέ τις διὰ προστασίας γένηται καὶ εὑρεθείη διδούς τι, τὸν γινόμενον ἔξω τοῦ κλήρου γίνεσθαι κελεύομεν․
C.1.3.41.23 Εἰ δὲ οἰκονόμος ἢ ἐκκλησιέκδικος ἢ χωρεπίσκοπος ἢ περιοδευτής ἢ ξενοδόχος ἢ νοσοκόμος ἢ πτωχοτρόφος ἢ ὀρφανοτρόφος ἢ βρεφοτρόφος ἢ ὁ καλούμενος ἐπὶ τῆς πτωχείας παρασχών τι φανείη ἐπὶ τῷ τὴν τοιαύτην ἑαυτῷ περιποιῆσαι φροντίδα, καὶ τοῦτον ἀποκινεῖσθαι τῆς τοιαύτης φροντίδος κελεύομεν.
C.1.3.41.24 Ἔτι θεσπίζομεν πάντας τοὺς κληρικοὺς τοὺς ἐν ἑκάστῃ ἐκκλησίᾳ δι' ἑαυτῶν ψάλλειν τά τε νυκτερινὰ καὶ τὰ ὀρθρινὰ καὶ τὰ ἑσπερινά, καὶ μὴ μόνον ἐν τῷ δαπανᾶν τὰ ἐκκλησιαστικὰ πράγματα κληρικοὺς φαίνεσθαι, ὄνομα μὲν ἔχοντας κληρικῶν, μὴ ἐπιτελοῦντας δὲ τὸ πρᾶγμα τοῦ κληρικοῦ πρὸς τὴν λειτουργίαν τοῦ δεσπότου θεοῦ.
C.1.3.41.25 Ἄτοπον γάρ ἐστιν ἀντ' αὐτῶν γραπτοὺς ἀνάγκης ἐπαγομένης αὐτοῖς ψάλλειν․ εἰ γὰρ πολλοὶ τῶν λαϊκῶν διὰ τὸ τὴν οἰκείαν ὠφελῆσαι ψυχὴν ταῖς ἁγιωτάταις ἐκκλησίαις προσεδρεύοντες σπουδαῖοι περὶ τὴν ψαλμῳδίαν δείκυνται, πῶς οὐκ ἄτοπον τοὺς κληρικοὺς τοὺς ἐπὶ τούτῳ τεταγμένους μὴ πληροῦν τὸ οἰκεῖον ἐπάγγελμα;
C.1.3.41.26 Διὸ παντὶ τρόπῳ τοὺς κληρικοὺς ψάλλειν κελεύομεν· καὶ καταζητεῖσθαι αὐτοὺς παρὰ τῶν κατὰ καιρὸν θεοφιλεστάτων ἐπισκόπων καὶ δύο πρωτοπρεσβυτέρων ἑκάστης ἐκκλησίας καὶ τοῦ καλουμένου ἄρχοντος ἤτοι ἐξάρχου καὶ τοῦ ἐκδίκου ἑκάστης ἁγιωτάτης ἐκκλησίας, καὶ τοὺς μὴ εὑρισκομένους ἀμέμπτως ταῖς λειτουργίαις προσκαρτεροῦντας ἔξω τοῦ κλήρου καθίστασθαι.
C.1.3.41.27 Οἱ γὰρ καταστήσαντες ἤτοι κτίσαντες τὰς ἁγιωτάτας ἐκκλησίας ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας καὶ τῆς κοινῆς πολιτείας κατέλιπον αὐταῖς οὐσίας, δι' ὧν ὤφειλον αἱ θεῖαι λειτουργίαι γίνεσθαι, ἐφ' ᾧτε διὰ τῶν λειτουργούντων ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις εὐλαβεστάτων κληρικῶν θεραπεύεσθαι τὸν δεσπότην θεόν.
C.1.3.41.28 ]Ἄδειαν δὲ παρέχομεν παντὶ προσώπῳ τῷ γινώσκοντι τούτων τι παραβαινόμενον τοῦτο προσαναγγέλλειν καὶ φανεροῦν.
C.1.3.41.29 Τὰ δὲ παρ' ἡμῶν θεσπισθέντα πέρατι παραδοῦναι καὶ εἰς ἔργον ἀχθῆναι μετὰ τῆς τοῦ θεοῦ εὐμενείας κελεύομεν, ὑφορωμένων τῶν παραβαίνειν ταῦτα τολμώντων πρῶτον μὲν τὸν ἐκ τῆς τοῦ δεσπότου θεοῦ κρίσεως κίνδυνον, ἔπειτα δὲ καὶ τὰς ἐγκειμένας τῇ αὐτῇ νομοθεσίᾳ ποινάς.
subscriptio D․ k․ Mart․ Constantinopoli dn․ Iustiniano pp․ A․ II cons.[a․ 528]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
