Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 1.3.38

DE EPISCOPIS ET CLERICIS ET ORPHANOTROPHIS ET BREPHOTROPHIS ET XENODOCHIS ET ASCETERIIS ET MONACHIS ET PRIVILEGIO EORUM ET CASTRENSI PECULIO ET DE REDIMENDIS CAPTIVIS ET DE NUPTIIS CLERICORUM VETITIS SEU PERMISSIS.

C.1.3.38pr. Οἱ τὰ ἴδια μοναστήρια καταλιμπάνοντες οὐ λαμβάνουσιν ὃ προσήγαγον αὐτοῖς κινητὰ ὅσης δήποτε ποσότητος ὄντα, κἂν μὴ συνέστη πρᾶξις ὑπομνημάτων ἐπ’ αὐτοῖς.

C.1.3.38.1 Ἐπὶ δὲ ταῖς δωρεαῖς τῶν ἀκινήτων δεῖ τὰ νόμιμα φυλάττεσθαι, ἐπεὶ οὐκ ἀναιρεῖται τῷ δωρησαμένῳ ἡ ἐκνίκησις.

C.1.3.38.2 Καὶ τοῦτο δὲ θεσπίζομεν, ὥστε μηδένα τῶν θεοφιλεστάτων ἐπισκόπων ἢ χωρεπισκόπων ἢ περιοδευτῶν ἢ κληρικῶν ἄκοντας τοὺς λαϊκοὺς συνελαύνειν πρὸς τὴν τῶν καρποφοριῶν τῶν ἐν τοῖς τόποις καλουμένων ἀπαρχῶν ἤτοι προσφορῶν ἔκτισιν ὥσπερ τι τέλος ταῦτα μεθοδεύοντας, ἢ καὶ γεωργοῖς μέν, ἐν κλήρῳ δὲ καταλεγομένοις, καὶ μάλιστα ἐκείνοις, οἳ μηδ’ ὑπὸ δεσποτείαν εἰσὶν αὐτῶν τῶν θεοφιλεστάτων ἐπισκόπων ἢ τῶν κατ’ αὐτοὺς ἁγιωτάτων ἐκκλησιῶν, ἢ τὰς καλουμένας ἀγγαρείας ἢ ἑτέρας τοιουτοτρόπους ἐπαχθείας ἢ ὑπηρεσίας ἐπιφέρειν, μηδ’ ἀφορισμοὺς τούτων ἕνεκα τῶν αἰτιῶν ἢ ἀναθεματισμοὺς τούτοις ἐπάγειν καὶ τῆς τῶν ἁγίων μυστηρίων μεταλήψεως καὶ αὐτοῦ τοῦ σεβασμίου καὶ σωτηριώδους βαπτίσματος, ὅπερ καὶ λέγειν ἀθέμιτον, ἐντεῦθεν ἀποστερεῖν (τοῦτο γὰρ παρά τινων πεπονθέναι μεμαθήκαμεν καὶ κώμας ὅλας ἤτοι καὶ ἀγροὺς καὶ κληρικοὺς κατὰ ταὐτὸν καὶ τοὺς ἔξω κληρικοὺς καθεστῶτας ὑπὸ τοῖς τοιούτοις ἀφορισμοῖς ἤτοι ἀναθεματισμοῖς γενομένους) τῆς τοιαύτης ἀτοπωτάτης καὶ πάσης δυσσεβείας γεμούσης καὶ εἰς ὕβριν αὐτῆς τῆς ὀρθοδόξου πίστεως ὁρώσης πράξεως κατὰ πάντα τρόπον εἰργομένης καὶ μηδενὸς ἔθους κρατεῖν δυναμένου τὴν οὕτως ἄλογον ἀπαίτησιν εἰσάγοντος.

C.1.3.38.3 Καὶ γάρ ἐστι πρόδηλον, ὡς προσήκει μάλιστα ἕκαστον ἐκ τῶν οἰκείων πόνων ἑκόντα τῷ θεῷ καὶ τοῖς ὑπηρετουμένοις αὐτῷ προσφέρειν, ἅπερ ἂν αὐτὸς δοκιμάσοι, οὐ μὴν συνωθεῖσθαι πρὸς τοῦτο καὶ ἀναγκάζεσθαι καὶ ἀποροῦντα ἴσως καὶ οὐδὲ τῶν ἐκ τῆς γεωργίας καρπῶν διά τινας συμβαινούσας οἷα εἰκὸς ἀφορίας ἀπολαύοντα.

C.1.3.38.4 Διὰ γὰρ τοῦτο τὴν μὲν ἀνάγκην κωλύομεν, τὴν δ’ αὐθαίρετον γνώμην τῶν προσφερόντων οὐ μόνον οὐκ εἴργομεν, ἀλλὰ καὶ ἀποδεχόμεθα.

C.1.3.38.5 Διὸ καὶ μεγίστοις ἐπιτιμίοις ὀχυροῦντες τὰ παρ’ ἡμῶν ὁρισθέντα παρακελευόμεθα τὸν θαρροῦντά τι παραβῆναι τῶν προαναφερομένων αὐτῆς τε τῆς ἁγιωτάτης ἐκκλησίας, ἣν ἑγκεχείρισται, καὶ τῶν αὐτῆς πραγμάτων ἐξωθεῖσθαι, καὶ πάντα δὲ τοιοῦτόν τι πράττειν ἐπιχειροῦντα τῶν πραγμάτων ἀποκινεῖσθαι τῶν διαφερόντων τοῖς οἰκείοις, ὧν τὴν φροντίδα ἐμπεπίστευται, καὶ αὐτῆς δὲ τῆς διοικήσεως, ἐπείπερ ἀνάξιον ἑαυτὸν ταύτης καὶ αὐτῆς τῆς ἱερωσύνης δείκνυσι․ πρὸς τούτοις δὲ καὶ χρυσίου λιτρῶν δέκα προστίμῳ σωφρονιζέσθω.

C.1.3.38.6 Τὰ δὲ παρ’ ἡμῶν διὰ τοῦδε τοῦ θείου πραγματικοῦ νόμου τυπωθέντα κρατεῖν καὶ παραφυλάττεσθαι θεσπίζομεν κατὰ ταύτην μέντοι μόνην τὴν βασιλίδα πόλιν καὶ τὴν αὐτῆς ἐνορίαν καὶ τοὺς λοιποὺς τόπους καὶ κλίματα ὑπὸ τὴν χειροτονίαν τοῦ θρόνου τῆσδε τῆς ἐνδόξου πόλεως καὶ τῶν ὑπ’ αὐτοῦ χειροτονουμένων θεοφιλεστάτων μητροπολιτῶν ἐπισκόπων, ὥστε καὶ αὐτοὺς τοὺς ὑπὸ τῶν αὐτῶν μητροπολιτῶν ἐπισκόπους τὴν ἐπισκοπὴν ἤτοι ἱερωσύνην καὶ τοὺς τὰς λοιπὰς τὰς μνημονευθείσας ἡγεμονίας τε καὶ φροντίδας παραλαμβάνοντας τοῖς αὐτοῖς ὑπάγεσθαι τύποις καὶ τούτους παραφυλάττειν.

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑