Codex Iustinianus 1.3.35
inscriptio [Αὐτοκράτωρ Ζήνων Α.] ..․
C.1.3.35pr. Πᾶσαν πόλιν εἴτε ἀνανεωθεῖσαν κατὰ τοὺς προλαβόντας χρόνους εἴτε οὐκ οὖσαν μὲν πρότερον, διὰ δὲ βασιλικῆς φιλοτιμίας ἀποδειχθεῖσαν πόλιν ἔχειν ἐκ παντὸς τρόπου ἀχώριστον καὶ ἴδιον τὸν ἐπιμελησόμενον τῶν κατ’ αὐτὴν ἐκκλησιαστικῶν πραγμάτων ἐπίσκοπον θεσπίζομεν· μηδενὶ παντάπασιν οὔσης ἀδείας δι’ οἱουδήποτε τρόπου, μηδὲ μὴν διὰ θείας βασιλικῆς κελεύσεως ἀφαιρεῖσθαι πόλιν οἱανδήποτε τοῦ τῆς ἰδιαζούσης ἐπισκοπῆς ἢ καὶ τῆς ἀφορισθείσης αὐτῇ περιοικίδος ἢ ἄλλου τινὸςδικαίου καὶ κατὰ τοῦτο τὸ μέρος ἢ καὶ ἄλλως ὁπωσδήποτε πόλεσιν ἑτέραις ὑποτελῆ ποιεῖν.
C.1.3.35.1 Τοῦ δὲ παρὰ ταῦτα ποιοῦντος καὶ ποιεῖν πειρωμένου ἢ τῶν ἤδη ἀνανεωθεισῶν πόλεων ἢ καὶ τῶν πολισθέντων τόπων ἢ μετὰ ταῦτα τυχὸν ἀνανεουμένων ἢ πολιζομένων τὸ τῆς ἰδιαζούσης ἐπισκοπῆς ἀφαιρεῖσθαι δίκαιον ἢ ἄλλο τι παραιρεῖσθαι τῶν παρασχεθέντων ἢ καὶ παρασχεθησομένων αὐταῖς προνομίων μὴ μόνον ἡ ἐπιχείρησις ἔστω ματαία, ἀλλὰ καὶ αὐτὸς ὁ τοῖς κοινῶς καὶ ἰδίᾳ λυσιτελοῦσιν ἑκάστῳ μαχόμενος ἀτιμωθεὶς τῶν ὄντων γυμνούσθω· τῶν αὐτῶν κρατούντων ἐπιτιμίων καὶ κατὰ τοῦ καθὼς προείρηται ἐπιχειροῦντος καὶ διὰ βασιλικῆς τοιοῦτόν τι πράττειν ἀντιφωνήσεως.
C.1.3.35.2 Ταῦτα δὲ γενικῶς διατάξαντες καὶ εἰς νοῦν εἰληφότες τὴν κατάστασιν τῶν ἁγιωτάτων ἐκκλησιῶν τῶν διακειμένων ὑπὸ Τόμιν τῆς τῶν Σκυθῶν ἐπαρχίας καὶ ὅτι οὐκ ἐγχωρεῖ τὰς αὐτὰς ἁγιωτάτας ἐκκλησίας συνεχέσι βαρβάρων ἐπιδρομαῖς καταβλαπτομένας ἢ καὶ ἄλλως πως πενίᾳ συζώσας ἑτέρως διασώζεσθαι, εἰ μὴ διὰ τῆς τοῦ θεοφιλοῦς ἐπισκόπου Τόμεως, ἥτις ἐστὶ καὶ τοῦ ἔθνους μητρόπολις, τυγχάνοιεν προμηθείας, θεσπίζομεν ὑπεξαιρεῖσθαι τῆς παρούσης θείας νομοθεσίας καὶ μηδαμῶς αὐτὰς ὑπάγεσθαι τῇ ταύτης ἀνάγκῃ, ἀλλ’ ἐπὶ τοῦ οἰκείου σχήματος μένειν.
C.1.3.35.3 Κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπεξαιρεῖσθαι τῶν ἐπὶ τοῦ παρόντος νενομοτεθημένων βουλόμεθα καὶ τὴν ἔναγχος πολισθεῖσαν κατὰ το Ἰσαύρων ἔθνος πρὸς τιμὴν καὶ θεραπείαν τοῦ καλλινίκου μάρτυρος Κόνωνος πόλιν, τουτέστι τὴν Λεοντοπολιτῶν, ὥστε καὶ αὐτήν, ὥσπερ νῦν ἔχει σχήματος, διαμένειν διὰ τὸ (πολλῶν σφόδρα φιλονεικηθέντων, εἴτε αὐτὴν προσήκει ἰδιαζόντως τυχεῖν ἐπισκόπου, εἴτε ὑπὸ τὴν φροντίδα καὶ πρόνοιαν τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Ἰσαυροπόλεως συντελεῖν) δεδόχθαι πόλιν μὲν αὐτὴν εἶναι καὶ τῶν πολιτικῶν ἀνελλιπῶς καὶ εἰς πλῆρες ἀπολαύειν δικαίων, ὑπὸ δὲ τὴν φροντίδα τοῦ μνημονευθέντος ἐπισκόπου διὰ παντὸς διαμένειν.
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
