Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 1.2.17

DE SACROSANCTIS ECCLESIIS ET DE REBUS ET PRIVILEGIIS EARUM.

inscriptio [Αὐτοκράτωρ Ἀναστάσιος Α.] ..․

C.1.2.17pr. ]Θεσπίζομεν τὰ ἐπὶ τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ τῆσδε τῆς βασιλίδος πόλεως (ᾗ συνυπάγεσθαι προσήκει καὶ τοὺς ἁγιωτάτους οἴκους, ὧν αὐτὴ τά τε πράγματα καὶ τὴν τῶν καλουμένων διαρίων καὶ λοιπῶν δαπανημάτων εἰς ἑαυτὴν ἀνεδέξατο χορηγίαν) ὁρισθέντα καὶ κρατήσαντα μένειν ἐφ’ ἑαυτῶν ἀσάλευτα καὶ ἄτρωτα κατὰ πάντα τρόπον φυλαττόμενα· βέβαια δὲ εἶναι καὶ πάντα τὰ προνόμια τὰ τῇ αὐτῇ μεγάλῃ ἐκκλησίᾳ καὶ τῷ θρόνῳ ταύτης τῆς βασιλίδος πόλεως καθ’ οἱονδήποτε χρόνον ἢ τρόπον ὑπάρξαντα καὶ ἐποφειλόμενα.

C.1.2.17.1 Θεσπίζομεν, ὥστε πᾶσαν ἐκποίησιν πραγμάτων ἀκινήτων ἢ πολιτικῶν σιτηρεσίων τοῖς σεβασμίοις οἴκοις διαφερόντων ἢ διοισόντων καθ’ οἱονδήποτε τρόπον γινομένην ἢ μελετωμένην ἢ ἐπινοεῖσθαι δυναμένην σχολάζειν· πλὴν εἰ μήπου χρείας τινὸς ἀναγκαίας καὶ ἐπωφελοῦ� τοῖς αὐτοῖς σεβασμίοις οἴκοις ἀνακυπτούσης λυσιτελὴς εἴη τούτοις ἡ πρᾶσις τοῦ τοιούτου πράγματος ἢ ὑποθήκη ἢ ἀνταλλαγὴ ἢ διηνεκὴς ἐμφύτευσις, τουτέστιν ἐπειδὰν τὰ τιμήματα τοῦ πιπρασκομένου πράγματος εἰς διευλύτωσιν χρεῶν, οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε συστάντων, ἀλλ’ ἐκ διαδοχῶν τινων ἤτοι κληρονομιῶν ἢ ἐξ αἰτιῶν ἀναγκαίων καὶ χρειωδῶν ἑνὶ τῶν προδηλωθέντων σεβασμίων οἴκων ἐπικειμένων, ἢ καὶ εἰς πράγματος αὐτοῖς ἑτέρου χρειωδεστέρου τε καὶ ἀναγκαιοτέρου κτῆσιν καὶ ἀγορασίαν μέλλοι προχωρεῖν, ἢ καὶ εἰς ἀνανέωσιν ἤτοι ἐπιμέλειαν τοῦ αὐτοῦ οἴκου κατεπείγουσαν καὶ μακρᾶς ἀναβολῆς οὐκ ἀνεχομένην δαπανᾶσθαι· τῶν αὐτῶν αἰτιῶν καὶ ἐπὶ τοῖς δανείσμασι καὶ ταῖς ἐπ’ αὐτοῖς ὑποθήκαις τῆς κωλύσεως ἐξῃρημένων․ τὰ δὲ τῆς ἀνταλλαγῆς, ὅταν ἐπὶ χρειωδεστερῳ κατὰ τὸν ἴσον τρόπον καὶ ἀναγκαιοτέρῳ καὶ πρόσοδον ἀξίαν καὶ οὐκ ἐλάττονα τοῦ διδομένου πράγματος ἑνὶ τῶν αὐτῶν σεβασμίων οἴκων περιποιεῖν δυναμένῳ ἐπιζητεῖται· τὰ δὲ τῆς ἐμφυτεύσεως, ἡνίκα ἡ τῆς προσόδου μηδαμῶς ἀπομειοῖτο ποσότης ἢ καὶ ἄπορον εἴη παντελῶς τὸ διδόμενον· ἐπὶ γὰρ τοῖς τοιούτοις πράγμασι τοῖς μηδὲν μὲν κέρδος δι’ ἀπορίαν προσφέρουσι, ζημίαν δὲ προστριβομένοις οὐδὲ δωρεὰς τοῖς αὐτοῖς οἴκοις ἢ ἐκχωρήσεις ἀπαγορεύομεν.

C.1.2.17.2 Τὸ δὲ γινόμενον οὐκ ἄλλως ἰσχύει, εἰ μὴ μία τῶν εἰρημένων αἰτιῶν ἐν ὑπομνήμασι φανερωθῇ, ἐν μὲν Βυζαντίῳ παρὰ τῷ μαγιστροκήνσῳ, ἐν δὲ ταῖς ἐπαρχίαις παρὰ τοῖς ἐκδίκοις, προκειμένων τὼν ἁγίων γραφῶν, καὶ ἐπὶ μὲν τῶν ἐκκλησιῶν παρόντων τῶν οἰκονόμων καὶ τῶν ἐνδημούντων κληρικῶν, ἐπὶ δὲ τῶν μοναστηρίων δεῖ παρεῖναι τοὺς ἡγουμένους καὶ τοὺς ἄλλους μοναχούς, ἐπὶ δὲ τῶν πτωχείων τοῦ διοικητοῦ καὶ τῶν ὑπουργούντων καὶ τῶν πτωχῶν, ἐπὶ δὲ τῶν ξενώνων τοῦ διοικητοῦ καὶ τῶν εὑρισκομένων πάντων ὑπουργῶν τῆς διοικήσεως καὶ ὁμοίως ἐπὶ τῶν ὀρφανοτροφείων, ὥστε κρατεῖν τὸ τοῖς πλείοσιν ἀρέσκον· συναινοῦντος καὶ τοῦ ἐπισκόπου τῶν τόπων, ἐν οἷς τοῦτο σύνηθες ἐπιγίνεσθαι.

C.1.2.17.2A Μὴ δυναμένου τοῦ μαγιστροκήνσου ἢ τοῦ ἐκδίκου παραιτεῖσθαι καταλαμβάνειν τὸν σεβάσμιον οἶκον, ἐν ᾧ ἡ τοιαύτη συνίσταται πράξις, ἀζημίως καὶ ἐκδικουντων αὐτήν․ ὑπόκεινται γὰρ ἐκ παραβασίας ποινῇ χρυσίου λιτρῶν κ’.

C.1.2.17.2B Καὶ μετὰ ταῦτα γίνεται συμβόλαια μνημονεύοντα τῶν αἰτιῶν καὶ τῆς τῶν ὑπομνημάτων πράξεως καὶ τῆς προσηγορίας τῶν παραγενομένων καὶ παρ’ ᾧ συνέστη.

C.1.2.17.3 Εἰ δέ τι τῶν εἰρημένων παροφθείη, ὁ μὲν δανειστὴς καὶ ὁ ἀγοραστὴς ἐκπίπτει τοῦ πράγματος καὶ τοῦ χρέους καὶ τῶν τιμῶν· ὁ δὲ λαβὼν εἰς ἀνταλλαγὴν καὶ οὗπερ ἔδωκε καὶ οὗπερ ἔλαβεν ἐκπίπτει· ὁ δὲ εἰς ἐμφύτευσιν ὑπὲρ τὴν ἰδίαν ζωὴν λαβὼν ἢ δωρεὰν ἢ ἐκχώρησιν ἀπηγο ρευμένην ἀναδίδωσιν ὅπερ εἴληφε καὶ ποσότητα ἐτέραν, ἧς ἄξιόν ἐστι τὸ δοθέν.

C.1.2.17.4 Χώραν δὲ ἔχει τὰ εἰρημένα καὶ ἐπὶ τοῖς μέλλουσι γίνεσθαι ἐκκλησιαστικοῖς καὶ τοῖς ἐσομένοις εὐαγέσιν.

C.1.2.17.5 Ὑπόντων δὲ κινητῶν ἔξωθεν τῶν ἱερῶν σκευῶν καὶ ἀρκούντων εἰς τὰς εἰρημένας αἰτίας ἀργεῖ τῶν ἀναγκαίων ἀκινήτων καὶ τῶν ἄρτων ἡ ἐκποίησις καὶ ἡ ὑποθήκη.

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑