Codex Iustinianus 1.15.2
inscriptio [Αὐτοκράτορες Ἰουστῖνος καὶ Ἰουστινιανὸς ΑΑ.]
C.1.15.2pr. Θεσπίζομεν μηδένα τῶν ἐνδοξοτάτων ἡμῶν ἀρχόντων μεγίστων ἢ μέσων ταῖς οἰκείαις ἐγγράφειν ψήφοις, ὡς θείῳ ῥήματι προσετάξαμεν ἀγώγιμον γενέσθαι τινὰ ἢ διάξιμον ἢ ἄλλο τι ψηφισθῆναι τῶν ὅσα πράττεται παρ' αὐτοῖς, πλὴν ὅσον ἐν ταῖς τῶν δικαστῶν ἢ συνδικαστῶν δόσεσιν ὀρθῶς φέρεσθαι τὰς ψήφους τὰς μνημονευούσας ἄγραφον ἡμετέραν γεγενῆσθαι θείαν κέλευσιν τὸν δικαστὴν διδοῦσαν ἢ συνδικαστήν·
C.1.15.2.1 Ὡσαύτως καὶ τὸν ἐνδοξότατον κοιαίστωρα τοῦ θείου ἡμῶν παλατίου καὶ τοὺς περιβλέπτους ῥεφερενδαρίους τῆς ἡμετέρας εὐσεβείας ὀρθῶς τὴν ἄγραφον ἡμῶν θείαν κέλευσιν τὴν γενομένην ἐπὶ τοῖς προσιοῦσιν καὶ δικαστὴν ἤτοι συνδικαστὴν αἰτοῦσιν ἢ ἄλλο τι τῶν εἰς τὰς δίκας τεινόντων διὰ καταθέσεως παρασκευάζειν γίνεσθαι φανεράν· ἐπὶ τούτῳ γὰρ δὴ καὶ μόνῳ τὴν τῆς ἀγράφου κελεύσεως μνήμην γίνεσθαι συγχωροῦμεν. [a․ 527]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
