Codex Iustinianus 1.12.3.pr
inscriptio Αὐτοκράτορες Θεοδόσιος καὶ Οὐαλεντινιανὸς Α.Α․ Ἀντιόχῳ μεγαλοπρεπεστάτῳ ἐπάρχῳ καὶ ὑπάτῳ.
C.1.12.3pr. Ἀνεῴχθωσαν τοῖς δεδιόσιν οἱ ναοὶ τοῦ μεγάλου θεοῦ· οὐ γὰρ μόνα τὰ θεῖα θυσιαστήρια καὶ τὸ εὐκτήριον τοῦ ναοῦ τὸ τετραγώνων τοίχων περιβολῇ τειχιζόμενον εἰς ἀσφάλειαν συντελεῖν τῶν προσφευγόντων θεσπίζομεν, ἀλλ’, εἴ τι καὶ περαιτέρω τούτου τυγχάνει ἄχρι τῶν τελευταίων θυρῶν τῆς ἐκκλησίας, ἐλέου βωμὸν τοῖς προσφυγοῦσιν εἶναι προστάττομεν, ὥστε μεταξὺ τοῦ ναοῦ, ὃν τῷ προειρημένῳ τροπῳ περιπεφράχθαι διεγράφαμεν, καὶ τῶν πρώτων μετὰ τοὺς δημοσίους τόπους τῆς ἐκκλησίας θυρῶν τὰ παρεγκείμενα, εἴτε ἐν οἰκίαις ἢ κήποις ἢ αὐλαῖς ἢ λουτροῖς ἢ ἐν στοαῖς τυγχάνει, τοὺς εἰσδύντας πρόσφυγας καθ’ ὁμοιότητα τοῦ ναοῦ φυλάττειν· καὶ μηδένα τούτοις ἱεροσύλους ἐπιβάλλειν χεῖρας, ἵνα μὴ ὁ τοῦτο τολμῶν ἐν συμφοραῖς ἑαυτὸν ἰδὼν καὶ αὐτὸς ἐξαιτῶν βοήθειαν καταφύγῃ.
C.1.12.3.1 Τοῦτο δὲ τῶν διαστημάτων πλάτος διὰ τοῦτο συνεχωρήσαμεν, ἵνα μή τινι τῶν προσφευγόντων ἐν τῷ τοῦ θεοῦ ναῷ ἢ ἐν τοῖς ἁγίοις θυσιαστηρίοις μένειν ἢ ἐσθίειν ἢ καθεύδειν ἢ παννυχίζειν ἐξῇ, τῶν μὲν κληρικῶν τῆς θρησκείας χάριν τοῦτο κωλυόντων, τῶν προσφύγων δὲ τῆς εὐσεβείας ἕνεκα φυλαττόντων.
C.1.12.3.1A Ὅπλα δὲ ἢ ἐν σιδήρῳ ἢ ἐν ἑτέρῳ εἴδει ἀμυντηρίου τοὺς προσφεύγοντας οὐδαμῶς ἔχειν ἢ ἐπιφέρεσθαι ἐντὸς τῆς ἐκκλησίας προστάττομεν, οὐ μόνον ἐκ τῶν θείων ναῶν καὶ θυσιαστηρίων, ὡς τὰ λοιπά, ταῦτα κωλύοντες, ἀλλὰ καὶ τῶν οἰκημάτων καὶ διαιτῶν καὶ κήπων καὶ λουτρῶν καὶ αὐλῶν καὶ στοῶν.
C.1.12.3.2 Τοὺς τοίνυν δίχα ὅπλων τῷ ἁγίῳ οἴκῳ τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον θυσιαστήριον ἐν οἱῳδήποτε ἔθνει ἢ κατὰ ταύτην τὴν πόλιν προσφεύγοντας ὑπνοῦν ἐν τῷ ναῷ ἤτοι τῷ θυσιαστηρίῳ καὶ τροφῆς μεταλαμβάνειν παρὰ τῶν κληρικῶν προσήκει κωλύεσθαι ἐκτός τινος ὕβρεως, δεικνύντων τὰ διαστήματα ἐν τοῖς ἐκκλησιαστικοῖς περιβόλοις διὰ τὴν τῶν προσφύγων ἀσφάλειαν καὶ ἡσυχίαν ἀφορισθέντα καὶ διδασκόντων τιμωρίαν κεφαλικὴν κατὰ τῶν προπετῶς ἐπιόντων αὐτοῖς ὡρίσθαι․ οἷς ὁ πρόσφυξ εἰ μὴ πείθει, τότε προτιμάσθω τῆς φιλανθρωπίας ἡ θρησκεία καὶ ἐκ τῶν θείων εἰς τοὺς προλεχθέντας τόπους χωριζέσθω ἡ θρασύτης.
C.1.12.3.3 Τοὺς δὲ μετὰ ὅπλων τὰς ἁγίας ἐκκλησίας καταλαμβάνοντας προηγουμένως μὲν μὴ ποιεῖν τοῦτο ὑπομιμνήσκομεν· ἐὰν δὲ ἐν οἱῳδήποτε τόπῳ τῆς ἐκκλησίας ἢ ἐντὸς τοῦ ναοῦ ἢ περὶ τὸν ναὸν ἢ καὶ ἐκτὸς τούτου τυγχάνωσιν, παραχρῆμα τὰ ὅπλα αὐθεντίᾳ τοῦ ἐπισκόπου παρὰ μόνων τῶν κληρικῶν αὐστηρότερον ἀναγκαζομένους ἀποτίθεσθαι προστάττομεν, διδομένης αὐτοῖς ἐλπίδος καὶ ὅρκου, ὡς τῇ θρησκείᾳ μᾶλλον ἢ τῇ τῶν ὅπλων ἐπικουρίᾳ ὀχυρωθήσονται.
C.1.12.3.4 Ἐὰν δὲ τῇ ἐκκλησιαστικῇ φωνῇ ὑπομνησθέντες μετὰ τοσαύτας καὶ τηλικαύτας παραγγελίας τὰ ὅπλα μὴ ἀποθῶνται, ἐξευμενισθείσης τῆς θρησκείας παρά τε τῆς ἡμετέρας γαληνότητος καὶ τῶν ἐπισκόπων τῷ θεῷ τῆς ἀπολογίας δοθείσης, ἐνόπλων εἰσπεμφθέντων ἀποσπασθήσονται καὶ πάσαις ταῖς συμφοραῖς ὑποβληθήσονται.
C.1.12.3.5 Οὐ μὴν δίχα γνώμης ἢ κελεύσεως τοῦ ἐπισκόπου καὶ ἡμῶν τῶν τε δικαστῶν τῶν κατὰ τὴν δεῖνα πόλιν καὶ ὁπουδήποτε τυγχανόντων τὸν ὡπλισμένον ἐκ τῶν ἐκκλησιῶν χρὴ παραδίδοσθαι, ἵνα μή, πολλοῖς κατὰ τῶν ἀθλίων τοιαύτης ἀδιαφόρως ἐξουσίας δοθείσης, σύγχυσίς τις ἐκ τούτου γίνεσθαι μέλλῃ καὶ ταραχή.
subscriptio D․ X k․ April․ Constantinopoli Basso et Antiocho conss.[a․ 431]
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
