Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 1.1.7

DE SUMMA TRINITATE ET DE FIDE CATHOLICA ET UT NEMO DE EA PUBLICE CONTENDERE AUDEAT.

inscriptio Ὁ αὐτὸς βασιλεὺς (Ἰουστινιανὸς ) Ἐπιφανίῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ τῆς βασιλίδος ταύτης πόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.

C.1.1.7pr. Γανώσκειν βουλόμενοι τὴν σὴν ἁγιωσύνην πάντα τὰ εἰς ἐκκλησιαστικὴν ὁρῶντα κατάστασιν ἀναγκαῖον ἡγησάμεθα ταύταις πρὸς αὐτὴν χρήσασθαι ταῖς θείαις συλλαβαῖς καὶ δι’ αὐτῶν δῆλα αὐτῇ καταστῆσαι τὰ κινηθέντα, ἅπερ καὶ αὐτὴν εἰδέναι πεπείσμεθα.

C.1.1.7.1 Εὑρόντες γάρ τινας ἀλλοτρίους τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, τῇ τῶν ἀσεβῶν Νεστορίου καὶ Εὐτυχέος ἀκολουθοῦντας πλάνῃ καὶ ταῖς τούτων βλασφημίαις κεχρημένους, θεῖον προεθήκαμεν ἤδικτον, ὅπερ καὶ ἡ σὴ γινώσκει ἁγιωσύνη, δι’ οὗ τὴν τῶν αἱρετικῶν μανίαν ἠλέγξαμεν, οὐδὲν παντελῶς ἐναλλάξαντες ἢ ἐναλλάττοντες ἢ παρεξελθόντες τῆς μέχρι νῦν σὺν θεῷ κρατούσης ἐκκλησιαστικῆς καταστάσεως, καθὰ καὶ ἡ σὴ γινώσκει μακαριότης, ἀλλὰ διὰ πάντων φυλάττοντες τὴν κατάστασιν τῆς ἑνώσεως τῶν ἁγιωτάτων ἐκκλησιῶν τῆς πρὸς τὸν ἁγιώτατον πάπαν τῆς πρεσβυτέρας Ῥώμης καὶ πατριάρχην, πρὸς ὃν καὶ τὰ ὅμοια τούτοις γεγράφαμεν.

C.1.1.7.2 Οὔτε γὰρ ἀνεχόμεθά τι τῶν εἰς ἐκκλησιαστικὴν ὁρώντων κατάστασιν μὴ καὶ τῇ αὐτοῦ ἀναφέρεσθαι μακαριότητι, ὡς κεφαλῇ οὔσῃ πάντων τῶν ἁγιωτάτων τοῦ θεοῦ ἱερέων, καὶ ἐπειδή, ὁσάκις ἐν τούτοις τοῖς μέρεσιν αἱρετικοὶ ἀνεφύησαν, τῇ γνώμῃ καὶ ὀρθῇ κρίσει ἐκείνου τοῦ σεβασμίου θρόνου κατηργήθησαν.

C.1.1.7.3 Ἐκ γὰρ τῶν παρουσῶν θείων ἡμῶν συλλαβῶν μαθήσεται ἡ σὴ ἁγιωσύνη τὰ παρ’ ἡμῶν προτεθειμένα, ἐφ’ ᾧ τοὺς ἐπιχειροῦντας πονηρῶς νοεῖν ἢ ἑρμηνεύειν τὰ παρ’ ἡμῶν ὀρθῶς ἐν τῷ ἠδίκτῳ λεχθέντα ἐκ τῶν παρουσῶν θείων ἡμῶν ἐλέγχεσθαι συλλαβῶν.

C.1.1.7.4 Ὀλίγοι τινὲς ἄπιστοι καὶ ἀλλότριοι τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἀντειπεῖν Ἰουδαϊκῶς ἐθάρρησαν πρὸς τὰ παρὰ πάντων τῶν ἱερέων ὀρθῶς κρατούμενα καὶ δοξαζόμενα καὶ κηρυττόμενα, ἀρνούμενοι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, τὸν σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐνδόξου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας καὶ ἐνανθρωπήσαντα καὶ σταυρωθέντα ἕνα εἶναι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, συμπροσκυνούμενον καὶ συνδοξαζόμενον τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, παθητὸν σαρκί, τὸν αὐτὸν ἀπαθῆ θεότητι.

C.1.1.7.5 Παραιτούμενοι δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν ὁμολογεῖν ἕνα εἶναι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος δῆλοί εἰσι καὶ ἐλέγχονται τῇ τοῦ ἀσεβοῦς Νεστορίου ἀκολουθοῦντες πονηρᾷ διδασκαλίᾳ, κατὰ χάριν αὐτὸν λέγοντες υἱὸν τοῦ θεοῦ καὶ ἄλλον τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν λέγοντες․ οὓς ἀναθεματίζομεν καὶ τὰ αὐτῶν δόγματα καὶ τοὺς τὰ αὐτῶν φρονήσαντας ἢ φρονοῦντας ὡς ἀλλοτρίους ὄντας τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας.

C.1.1.7.6 Πάντες γὰρ οἱ ἱερεῖς τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ οἱ εὐλαβέστατοι τῶν εὐαγῶν μοναστηρίων ἀρχιμανδρῖται ἀκολουθοῦντες τῇ τῶν ἁγίων πατέρων παραδόσει καὶ μηδὲν παντελῶς ἐναλλάξαντες ἢ ἐναλλάττοντες τῆς μέχρι νῦν κρατούσης, καθὰ εἴρηται, ἐκκλησιαστικῆς καταστάσεως, συμφωνως ὁμολογοῦσι καὶ δοξάζουσι, κηρύττοντες τὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα καὶ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐνδόξου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας καὶ ἐνανθρωπήσαντα καὶ σταυρωθέντα ἕνα εἶναι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος.

C.1.1.7.7 Ὁμοούσιον γὰρ αὐτὸν ἴσμεν τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθοωπότητα, παθητὸν σαρκί, τὸν αὐτὸν ἀπαθῆ θεότητι, συμπροσκυνούμενον τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι․ οὐ γὰρ ἄλλον τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ἐπιστάμεθα, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, παθητὸν σαρκί, τὸν αὐτὸν ἀπαθῆ θεότητι.

C.1.1.7.8 Ὡς γάρ ἐστιν ἐν θεότητι τέλειος, οὕτως ὁ αὐτὸς ἐν ἀνθρωπότητι τέλειος· τὴν γὰρ καθ’ ὑπόστασιν ἕνωσιν δεχόμεθα καὶ ὁμολογοῦμεν.

C.1.1.7.9 Ἐπειδὴ τοίνυν ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ, ὁ πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθείς, ὁ αὐτὸς καὶ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, κατελθὼν ἐκ τῶν οὐρανῶν καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐνδόξου καὶ θεοτόκου Μαρίας καὶ ἐνανθρωπήσας, τουτέστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κυρίως καὶ κατὰ ἀλήθειαν θεός ἐστι, διὰ τοῦτο καὶ τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν κυρίως καὶ κατὰ ἀλήθειαν μητέρα θεοῦ λέγομεν, οὐχ ὡς τοῦ θεοῦ λόγου τὴν ἀρχὴν ἐξ αὐτῆς λαβόντος, ἀλλ’ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν κατελθόντος ἐκ τῶν οὐρανῶν καὶ ἐξ αὐτῆς σαρκωθέντος καὶ τεχθέντος καὶ ἐνανθρωπήσαντος.

C.1.1.7.10 Ὃν ὁμολογοῦμεν, καθὰ εἴρηται, ὁμοούσιον εἶναι τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί, γινώσκοντες.

C.1.1.7.11 Ταῦτα τοίνυν ἐστίν, ἅπερ διὰ τοῦ θείου ἡμῶν εἰρηκότες ἠδίκτου τοὺς αἱρετικοὺς ἠλέγξαμεν, ᾧτινι θείῳ ἠδίκτῳ καὶ πάντες οἱ εὑρεθέντες ἐνταῦθα ὁσιώτατοι ἐπίσκοποι καὶ εὐλαβέστατοι ἀρχιμανδρῖται ἅμα τῇ σῇ ἁγιωσυνῃ καθυπέγραψαν, ἀκολουθοῦντες διὰ πάντων ταῖς ἁγίαις τέτρασι συνόδοις καὶ τοῖς παρ’ ἑκάστης αὐτῶν διατυπωθεῖσι, τουτέστι τῆς τε ἐν Νικαίᾳ τῶν τιη´καὶ τῆς ἐν ταύτῃ τῇ βασιλευούσῃ πόλει τῶν ρν´, καὶ τῆς ἐν Ἐφέσῳ προτέρας καὶ τῆς ἐν Χαλκηδόνι, δήλου πᾶσι καθεστῶτος, ὅτι τὸν πᾶσι τοῖς ἅμα ἡμῖν πιστοῖς τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας παραδοθέντα ὅρον τῆς πίστεως, τουτέστι τὸ ἅγιον μάθημα ἤτοι σύμβολον κρατοῦμέν τε καὶ φυλάττομεν, τὸ παρὰ τῶν τιη´ ἁγίων πατέρων ἐκτεθέν, ὅπερ καὶ οἱ ἐν ταύτῃ τῇ βασιλευούσῃ πόλει ρν´ ἅγιοι πατέρες σαφηνίσαντες ἐτράνωσαν, οὐχ ὡς ἐλλιπῶς ἔχοντος αὐτοῦ, ἀλλ’ ἐπειδήπερ οἱ τῆς ἀληθείας ἐχθροὶ οἱ μὲν ἀθετεῖν ἐπεχείρησαν τὴν τοῦ ἁγίου πνεύματος θεότητα, οἱ δὲ τὴν ἐκ τῆς ἁγίας ἀειπαρθένου θεοτόκου Μαρίας ἀληθινὴν σάρκωσιν τοῦ θεοῦ λόγου ἠρνήσαντο, διὰ τοῦτο γραφικαῖς μαρτυρίαις τὸ αὐτὸ ἅγιον μάθημα οἱ εἰρημένοι ρν’ ἅγιοι πατέρες σαφηνίσαντες ἐτράνωσαν.

C.1.1.7.12 Τοῦτο καὶ αἱ λοιπαὶ ἅγιαι σύνοδοι, τουτέστιν ἡ ἐν Ἐφέσῳ προτέρα καὶ ἡ ἐν Χαλκηδόνι τῇ αὐτῇ πίστει ἀκολουθήσασαι ἐδέξαντο καὶ ἐφύλαξαν καὶ τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν θεοτόκον ἐκήρυξαν καὶ τοὺς μὴ ὁμολογοῦντας αὐτὴν θεοτόκον ἀνεθεμάτισαν.

C.1.1.7.13 Ὁμοίως δὲ ἀνεθεμάτισαν καὶ τοὺς ἕτερον σύμβολον ἢ ἅγιον μάθημα παραδιδόντας παρὰ τὸ ὑπὸ μὲν τῶν τιη’ ἁγίων πατέρων ἐκτεθέν, σαφηνισθὲν δὲ καὶ τρανωθὲν παρὰ τῶν ἐν ταύτῃ τῇ βασιλευούσῃ πόλει ρν’ ἁγίων πατέρων.

C.1.1.7.14 Καὶ ἡ μὲν ἐν Ἐφέσῳ προτέρα τόν τε ἀσεβῆ Νεστόριον καὶ τὰ αὐτοῦ δόγματα καθεῖλέ τε καὶ ἀνεθεμάτισε καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας καὶ τοὺς συναινέσαντας αὐτῷ ἢ συναινοῦντας ἀνεθεμάτισεν.

C.1.1.7.15 Ἡ δὲ ἐν Χαλκηδόνι ἁγία σύνοδος καθεῖλέ τε καὶ ἐξέβαλε τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἀνεθεμάτισε καὶ τὸν ἀσεβῆ Εὐτυχέα καὶ τὰ αὐτοῦ δόγματα καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας καὶ τοὺς συναινέσαντας αὐτῷ ἢ συναινοῦντας· καὶ πάντας τοὺς αἱρετικοὺς καὶ τὰ αὐτῶν δόγματα καὶ τοὺς τὰ αὐτῶν φρονήσαντας ἢ φρονοῦντας ἀνεθεμάτισεν.

C.1.1.7.16 Ὁμοίως δὲ ἀνεθεμάτισε καὶ Νεστόριον καὶ τὰ αὐτοῦ δόγματα καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας καὶ τοὺς συναινέσαντας αὐτῷ ἢ συναινοῦντας.

C.1.1.7.17 Ἡ αὐτὴ δὲ ἐν Χαλκηδόνι ἁγία σύνοδος καὶ τὴν τοῦ μεγάλου Πρόκλου πρὸς Ἀρμενίους γραφεῖσαν ἐπιστολὴν περὶ τοῦ χρῆναι λέγειν τὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν ἕνα τῆς ἁγίας τριάδος διὰ τῆς οἰκείας ἀναφορᾶς ἐδέξατό τε καὶ ἐβεβαίωσεν.

C.1.1.7.18 Εἰ γὰρ τὰς εἰρημένας τέσσαρας ἁγίας συνόδους παρεξέλθωμεν ἢ τὰ παρ’ αὐτῶν διατυπωθέντα, δίδομεν ἄδειαν τοῖς καθαιρεθεῖσιν ὑπ’αὐτῶν αἱρετικοῖς καὶ τοῖς αὐτῶν δόγμασι τὴν ἑαυτῶν λύμην πάλιν εἰς τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐνδείκνυσθαι.

C.1.1.7.19 Ὅπερ οὐκ ἐνδέχεται πραχθῆναί ποτε (μὴ γένοιτο), ἐπειδὴ αἱ εἰρημέναι τέσσαρες ἅγιαι σύνοδοι διὰ τῶν οἰκείων δογμάτων τοὺς αἱρετικοὺς καὶ τὰ τούτων δόγματα ἐξέβαλον.

C.1.1.7.20 Καὶ εἴ τις πρὸς μίαν τῶν εἰρημένων ἁγίων συνόδων ἀμφιβάλλει, πρόδηλός ἐστιν ἐκεῖνα φρονῶν τὰ δόγματα τὰ παρ’ αὐτῆς ἐκβληθέντα τε καὶ ἀναθεματισθέντα.

C.1.1.7.21 Μηδεὶς τοίνυν μάτην ἡμᾶς ταραξάτω ἐλπίδι ματαίᾳ κρατούμενος, ὅτι ἡμεῖς ἐναντίον τι τῶν εἰρημένων ἁγίων δ’ συνόδων ἐπράξαμεν ἢ πράξομεν ἢ πραχθῆναι παρά τινος συγχωρήσομεν ἢ περιαιρεθῆναι τὴν τῶν αὐτῶν ἁγίων δ’ συνόδων ὁσίαν μνήμην ἐκ τῶν ἱερῶν τῆς ἐκκλησίας διπτύχων ἀνεξόμεθα.

C.1.1.7.22 Πάντας γὰρ τοὺς παρ’ αὐτῶν καθαιρεθέντας καὶ ἀναθεματισθέντας καὶ τὰ τῶν καθαιρεθέντων δόγματα καὶ τοὺς τὰ αὐτῶν φρονήσαντας ἢ φρονοῦντας ἀναθεματίζομεν.

C.1.1.7.23 Ὅθεν εὐχέσθω ἡμῖν τε καὶ τῇ ἡμετέρᾳ πολιτείᾳ ἡ μακαριότης σου, πάντας περὶ τοῦ ἡμετέρου σκοποῦ καὶ τῆς περὶ τὴν ἀμώμητον πίστιν σπουδῆς διδάσκουσά τε καὶ πληροφοροῦσα.

subscriptio D․ VII k․ Apr․ Constantinopoli dn․ Iustiniano pp․ A. III cons.[a․ 533]

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑