Brisson, De verborum quæ ad ius pertinent significatione

Edición de Heineccio (Halle, 1743). Texto de OCR, con Brisson y Heineccio en capas distintas.

Frontispicio grabado de la edición de 1743: retratos de Brisson y de Heineccio
Frontispicio de la edición de 1743 (grabado de G. A. Gründler y Susang): Brisson y Heineccio. Imagen de la ULB Sachsen-Anhalt, Halle.

Codex Iustinianus 1.1.6

DE SUMMA TRINITATE ET DE FIDE CATHOLICA ET UT NEMO DE EA PUBLICE CONTENDERE AUDEAT.

inscriptio Ὁ αὐτὸς βασιλεὺς (Ἰουστινιανὸς) Κωνσταντινουπολίταις.

C.1.1.6pr. Τὸν σωτῆρα καὶ δεσπότην τῶν ὅλων, Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν θεραπεύοντες διὰ πάντων σπουδάζομεν, ὅσον ἐνδέχεται νοῦν καταλαμβάνειν ἀνθρώπινον, μιμεῖσθαι τὴν αὐτοῦ συγκατάβασιν.

C.1.1.6.1 Καὶ εὑρόντες τινὰς τῇ νόσῳ καὶ Εὐτυχοῦς τῶν ἐχθρῶν τοῦ θεοῦ καὶ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, ἀρνουμένους τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν θεοτόκον εἰπεῖν κυρίως καὶ κατὰ ἀλήθειαν, ἐσπουδάσαμεν τούτους τὴν ὀρθὴν τῶν Χριστιανῶν διδαχθῆναι πίστιν.

C.1.1.6.2 Οἱ δὲ ἀνιάτως ἔχοντες, κρύπτοντες πτοντες τὴν ἑαυτῶν πλάνην περιέρχονται, καθὰ μεμαθήκαμεν, τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐκταράσσοντές τε καὶ σκανδαλίζοντες καὶ ἐναντία τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας λέγοντες.

C.1.1.6.3 Ἀναγκαῖον τοίνυν ἐνομίσαμεν καταλῦσαι μὲν τὰς τῶν αἱρετικῶν ψευδολογίας, σαφηνίσαι δὲ πᾶσιν, ὅπως δοξάζει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, κηρύττουσι δὲ οἱ ταύτης ὁσιώτατοι ἱερεῖς, οἷς καὶ ἡμεῖς ἑπόμενοι φανερὰ καθιστῶμεν τὰ περὶ τῆς ἐν ἡμῖν ἐλπίδος, οὐ καινίζοντες πίστιν, μὴ γένοιτο, ἀλλ’ ἐλέγχοντες τὴν μανίαν τῶν φρονούντων τὰ τῶν ἀσεβῶν αἱρετικῶν․ ὅπερ καὶ ἤδη ἐν προοιμίοις τῆς ἡμετέρας βασιλείας πράξαντες πᾶσι κατάδηλον ἐποιήσαμεν.

C.1.1.6.4 Πιστεύομεν γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα, μίαν οὐσίαν ἐν τρισὶν ὑποστάσεσιν προσκυνοῦντες, μίαν θεότητα, μίαν δύναμιν, τριάδα ὁμοούσιον.

C.1.1.6.5 Ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν ὁμολογοῦμεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρòς γεννηθέντα, τὸν συναΐδιον τῷ πατρί, τὸν ἐξ οὗ τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, κατελθόντα ἐκ τῶν οὐρανῶν, σαρκωθῆναι ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐνδόξου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας καὶ ἐνανθρωπῆσαι σταυρόν τε ὑπομεῖναι ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, ταφῆναὶ τε καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, ἐνòς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινεν σαρκί, γινώσκοντες.

C.1.1.6.6 Οὐ γὰρ ἄλλον τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ἐπιστάμεθα, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα․ ὡς γάρ ἐστιν ἐν θεότητι τέλειος, οὕτως ὁ αὐτὸς καὶ ἐν ἀνθρωπότητι τέλειος․ τὴν γὰρ καθ’ ὑπόστασιν ἕνωσιν δεχόμεθα καὶ ὁμολογοῦμεν․ ἔμεινε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ λόγου· οὔτε γὰρ τετάρτου προσώπου προσθήκην ἐπιδέχεται ἡ ἁγία τριάς.

C.1.1.6.7 Τούτων τοίνυν οὕτως ἐχόντων ἀναθεματίζομεν πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ Νεστόριον τὸν ἀνθρωπολάτρην καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας, τοὺς διαιροῦντας τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν καὶ μὴ ὁμολογοῦντας κυρίως καὶ κατὰ ἀλήθειαν τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν θεοτόκον, τουτέστι μητέρα θεοῦ, ἀλλὰ δύο υἱοὺς λέγοντας, ἄλλον μὲν τὸν ἐκ τοῦ πατρὸς θεὸν λόγον, ἄλλον δὲ τὸν ἐκ τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, χάριτι δὲ καὶ σχέσει καὶ οἰκειώσει τῇ πρὸς τὸν θεὸν λόγον θεὸν αὐτὸν γεγενῆσθαι, καὶ ἀρνουμένους καὶ μὴ ὁμολογοῦντας τὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα καὶ σταυρωθέντα ἕνα εἶναι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος․ οὗτος γὰρ μόνος ἐστὶν ὁ συμπροσκυνούμενος καὶ συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι.

C.1.1.6.8 Ἀναθεματίζομεν δὲ καὶ Εὐτυχέα τὸν φρενοβλαβῆ καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας, τοὺς φαντασίαν εἰσάγοντας ἀρνουμένους τε τὴν ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας ἀληθινὴν σάρκωσιν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστι τὴν ἡμετέραν σωτηρίαν, καὶ μὴ ὁμολογοῦντας αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα.

C.1.1.6.9 Ἀναθεματίζομεν δὲ καὶ Εὐτυχέα τὸν φρενοβλαβῆ καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας, τοὺς φαντασίαν εἰσάγοντας ἀρνουμένους τε τὴν ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας ἀληθινὴν σάρκωσιν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστι τὴν ἡμετέραν σωτηρίαν, καὶ μὴ ὁμολογοῦντας αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Τὸ αὐτὸ Ἐφεσίοις, τὸ αὐτὸ Καισαρεῦσι, τὸ αὐτὸ Κυζικηνοῖς, τὸ αὐτὸ Ἀμιδηνοῖς Τραπεζουντίοις Ἱεροσολυμίταις Ἀπαμεῦσιν Ἰουστινιανουπολίταις Θεουπολίταις Σεβαστηνοῖς Ταρσεῦσιν Ἀγκυρανοῖς․

subscriptio D․ id Mart․ dn․ Iustiniano pp․ A․ III cons.[a․ 533].

Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.

☜ Redi ad vocem

Io. Henricus Boehmerus, Præfatio noua de interpretationis grammaticæ fatis et usu vario in iure Romano
↑