Codex Iustinianus 1.1.5
inscriptio Αὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος.
C.1.1.5pr. Τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως, ἥνπερ κηρύττει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, κατ’οὐδένα τρόπον καινισμὸν δεξαμένης ἀκολουθοῦντες ἡμεῖς τοῖς τῶν ἁγίων ἀποστόλων καὶ τῶν μετ’ ἐκείνους διαπρεψάντων ἐν ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις διδάγμασι δίκαιον ᾠήθημεν ἅπασι ποιῆσαι φανερόν, ὅπως ἔχομεν περὶ τῆς ἐν ἡμῖν ἐλπίδος, ἀκολουθοῦντες τῇ παραδόσει καὶ ὁμολογίᾳ τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας.
C.1.1.5.1 Πιστεύοντες γὰρ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μίαν οὐσίαν ἐν τρισὶν ὑποστάσεσι προσκυνοῦμεν, μίαν θεότητα, μίαν δύναμιν, τριάδα ὁμοούσιον․ Ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν ὁμολογοῦμεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν ἐκ τοῦ θεοῦ θεόν, τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα, τὸν συναΐδιον τῷ πατρί, τὸν ἐξ οὗ τὰ πάντα καὶ δἰ οὗ τὰ πάντα, κατελθόντα ἐκ τῶν οὐρανῶν, σαρκωθῆναι ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐνδόξου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, καὶ ἐνανθρωπῆσαι σταυρόν τε ὑπομεῖναι, ταφῆναί τε καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ· ἑνὸς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί, γινώσκοντες․
C.1.1.5.2 Οὐ γὰρ ἄλλον τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ἐπιστάμεθα, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα․ ἔμεινε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ λόγου· οὔτε γὰρ τετάρτου πρσώπου προσθήκην ἐπιδέχεται ἡ ἁγία τριάς.
C.1.1.5.3 Τούτων τοίνυν οὕτως ἐχόντων ἀναθεματίζομεν πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ Νεστόριον τὸν ἀνθρωπολάτρην, τὸν διαιροῦντα τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, καὶ μὴ ὁμολογοῦντα κυρίως καὶ κατὰ ἀλήθειαν τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν θεοτόκον, ἀλλὰ ἄλλον μὲν τὸν ἐκ τοῦ πατρὸς θεὸν λόγον λέγοντα, ἄλλον δὲ τὸν ἐκ τῆς αγίας ἀειπαρθένου Μαρίας, χάριτι δὲ καὶ οἰκειώσει τῇ πρὸς τὸν θεὸν λόγον θεὸν αὐτὸν γεγενῆσθαι· οὐ μὴν ἀλλὰ καὶ Εὐτυχέα τὸν φρενοβλαβῆ, τὸν φαντασίαν εἰσάγοντα ἀρνούμενόν τε τὴν ἐκ τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἀληθινὴν σάρκωσιν, τουτέστι τὴν ἡμετέραν σωτηρίαν, καὶ μὴ ὁμολογοῦντα κατὰ πάντα ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα· τὸν αὐτὸν δὲ τρόπον καὶ Ἀπολλινάριον τὸν ψυχοφθόρον, τὸν ἄνουν λέγοντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν καὶ σύγχυσιν ἤτοι φυρμὸν εἰσάγοντα τῇ ἐνανθρωπήσει τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, καὶ πάντας τοὺς τὰ αὐτῶν φρονήσαντας ἢ φρονοῦντας.
C.1.1.5.4 Εἰ γάρ τινες μετὰ ταύτην ἡμῶν τὴν προσαγόρευσιν καὶ τὴν τῶν κατὰ τόπον θεοφιλεστάτων ἡμῶν ἐπισκόπων πληροφορίαν εὑρεθῶσι τοῦ λοιποῦ γνώμης ἐναντίας ὄντες, μὴ προσδοκήσωσι συγγνώμης ἀξιωθῆναι· κελεύομεν γὰρ τοὺς τοιούτους ὡς ὁμολογουμένους αἱρετικοὺς τῷ προσήκοντι ὑποβάλλεσθαι σωφρονισμῷ.
subscriptio Dat…[a.527?].
Texto: Bibliotheca Iuris Antiqui (IGSG-CNR), CC BY-NC-SA 4.0. Es lectura de la edición crítica; la numeración puede diferir de la del Brisson.
